ΑΓΑΘΑ ὑλικὰ χρῆσις τους: «Χρήματα γὰρ διὰ τοῦτο καλεῖται, ἵνα αὐτοῖς εἰς δέον χρώμεθα, οὐχ ἵνα κατορύττωμεν· κτήματα διὰ τοῦτο λέγονται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ αὐτῶν
γενώμεθα κτήματα. Κύριος εἶ
χρημάτων πολλῶν, μὴ τοίνυν δούλευε τούτοις, ὧν ἐποίησέ σε δεσπότην ὁ
Θεός· οὐ | δουλεύεις δὲ εἰς δέον αὐτὰ ἀναλίσκων, ἀλλὰ μὴ κατορύττων»[1].
ΑΓΙΑ ΓΡΑΦΗ διὰ μικρῶν ρημάτων καρποφορεῖ
στοὺς πιστούς: «Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις πολὺν ἀνελίττουσα λῆρον καὶ πολλὴν καταχέουσα τῶν ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσί, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν· ἡ δὲ τοῦ Πνεύματος χάρις οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν διὰ μικρῶν ῥημάτων πᾶσι τοῖς προσέχουσι φιλοσοφίαν ἐντίθησι·
καὶ ἀρκεῖ ῥῆμα
πολλάκις ἓν λαβόντας ἐντεῦθεν, πάσης τῆς ζωῆς ἔχειν ἐφόδιον»[2].
ΑΛΗΘΕΙΑ ὁ ὁδηγῶν
τοὺς ἄλλους πρὸς αὐτήν, μιμεῖται τὸν Χριστό: «Ὁ ἐκ τῆς πλάνης πρὸς τὴν
ἀλήθειαν, φησί, χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς ἀρετὴν ὁδηγῶν τὸν πλησίον,
κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται»[3].
ΘΕΡΑΠΕΙΑ ἀνωτέρα ἡ τῆς ψυχῆς ἀπὸ τὴν τοῦ σώματος: «οὐκ ἔστιν ἴσον νοσήματα ἀπελάσαι σαρκός, καὶ ἁμαρτιῶν φορτίον ἀποθέσθαι· οὐκ ἔστιν ἴσον ὄμμα πεπηρωμένον διορθῶσαι, καὶ ψυχὴν ἐσκοτισμένην φωτὶ καταλάμψαι»[4].
ΚΑΚΙΑ ἡ μόνη αἰτία στενοχωρίας καὶ
λύπης: «Μὴ τοίνυν δι’ ἕτερον μηδὲν ἀλγῶμεν, ἀλλὰ διὰ κακίαν μόνον, μηδὲ δι’ ἄλλο χαίρωμεν καὶ εὐφραινώμεθα, ἀλλὰ δι’ ἀρετὴν μόνον»[5].
ΚΤΙΣΙΣ ἐπαινεῖ καὶ ὑμνεῖ τὸν Δημιουργό: «Εἶδες πῶς καθ’ ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν Δημιουργόν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀνθρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργημάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ’ ἀξίαν ἐπαινέσαι δυνήσεται· τί ἄν
τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ Δημιουργοῦ;»[6].
ΛΕΙΨΑΝΑ ἁγίων, πρὸς τί: «Καὶ τί λέγω τόπον καὶ τάφον; καὶ γὰρ ἱμάτιον μόνον πολλάκις τῶν ἀπελθόντων ὀφθέν, καὶ ῥῆμα
εἰς διάνοιαν ἐλθόν, διήγειρε τὴν
ψυχὴν καὶ τὴν μνήμην ἀνέστησε διαπίπτουσαν. Διὰ ταῦτα ἡμῖν τὰ λείψανα τῶν ἁγίων ἀφῆκεν ὁ Θεός»[7].
ΜΑΡΤΥΡΕΣ διδάσκουν ὑπομονὴ καὶ αἰσιοδοξία στοὺς ἀγωνιζομένους πιστούς: «κἂν
ἐν ἀρρωστίαις ᾖς, εἰς ὑπομονὴν ἀφορμὴν λήψῃ μεγίστην,
τὰ τῶν μαρτύρων παθήματα· κἂν
πενίᾳ πιέζῃ, κἂν ὁτιοῦν ἕτερον τῶν
χαλεπωτάτων, πρὸς τὸ μέγεθος τῶν ἐκείνοις ἐπαχθειςῶν βασάνων βλέπων ἀρκοῦσαν ἕξεις παραμυθίαν τῶν
κατειληφότων ἁπάντων δεινῶν»[8].
ΜΑΡΤΥΣ τιμή του ἡ μίμησίς του: «Τιμὴ γὰρ μάρτυρος, μίμησις μάρτυρος»[9].
ΜΕΡΙΜΝΑ νὰ
ἀνατίθεται στὸν Θεό: «Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, τὰ ἡμέτερα αὐτὸς
μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν»[10].
ΝΕΟΤΗΣ χρειάζεται
χαλινό: «ᾔδει γὰρ ὅτι χαλεπὸν ἡ νεότης, ὅτι εὐρίπιστον, εὐεξαπάτητον, εὐόλισθον, καὶ σφοδροτέρου δεῖται τοῦ χαλινοῦ· πυρὰ γὰρ τίς ἐστι τῶν ἔξωθεν ἐπιλαμβανομένη ἁπάντων, ῥᾳδίως ἐκκαιομένη καὶ ταχέως. Διὰ τοῦτο πανταχόθεν αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ τὰ σκιρτήματα περιέκοψεν, ἕως
εὐήνιον ἐποίησε, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λογισμοῦ. Ἀσθενείτω, φησί, τὸ σῶμα, καὶ μὴ ἀσθενείτω ἡ ψυχή, χαλινούσθω ἡ
σάρξ, καὶ μὴ ἐμποδιζέσθω
ὁ πρὸς τὸν οὐρανὸν τῆς ψυχῆς δρόμος»[11].
ΝΗΣΤΕΙΑ ἡ τῶν κακῶν ἀποχή: «πᾶσα ἡμῶν ἡ φροντίς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρτήματα τῆς σαρκός χαλινώσαντες τὴν ἀληθινὴν νηστείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχή διὰ τοῦτο παρείληπται, ἵνα
τὸν τόνον τῆς σαρκός χαλινώσῃ,
καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται». [12]
ΝΗΣΤΕΙΑ καρποί της: «Νηστεία γάρ ἐστιν ἡ γαλήνη τῶν ἡμετέρων ψυχῶν, ἡ τῶν γεγηρακότων εὐκοσμία,
ἡ τῶν νέων παιδαγωγός, ἡ
τῶν σωφρονούντων διδάσκαλος, ἡ πᾶσαν ἡλικίαν καὶ φύσιν διαδήματί τινι κατακοσμοῦσα»[13].
ΝΗΣΤΕΙΑ προαλείφει τὸν πιστὸ στὸν πνευματικό του ἀγῶνα:
«Καὶ καθάπερ στρατιώτης βαρύνοντα μὲν ἔχων ὅπλα, κἂν σφόδρα γενναῖος ᾖ καὶ πολεμικός, οὐκ ἂν γένοιτο τοῖς πολεμίοις φοβερός, τῆς τῶν ὅπλων βαρύτητος τῇ τῶν ποδῶν ταχύτητι καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ λυμαινομένης· εἰ δὲ κοῦφα λάβοι καὶ εὐμεταχείριστα, πτηνοῦ
παντὸς δίκην ἐπέρχεται τοῖς ἐναντίοις· οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ τῇ πολλῇ τῶν θλίψεων ὑπομονῇ κουφοτέραν καὶ λεπτοτέραν κατασκευάζων, καθάπερ | τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων ἐμπίπτων φάλαγγας,
καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας δυνάμεις, καὶ ὑποχειρίους ποιεῖ»[14].
ΝΗΣΤΕΙΑ πῶς γίνεται: «Πῶς ἔστι νηστεύοντα μὴ νηστεύειν; Ὅταν τις βρωμάτων μὲν ἀπέχηται, ἁμαρτημάτων δὲ μὴ ἀπέχηται.
Πῶς ἔστι νηστεύοντα μὴ
νηστεύειν; Ὅταν τις τροφῆς μὲν ἀπολαύῃ, ἁμαρτίας δὲ μὴ γεύηται»[15].
ΝΗΣΤΕΙΑ τροφὴ
τῆς ψυχῆς: «Νηστεία γὰρ
τῆς ψυχῆς ἐστι τροφή»[16].
ΟΙΝΟΠΟΣΙΑ νὰ ἀποφεύγεται
ἡ ἄμετρος:
«Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ, ὅπου, κἂν μέθη γένηται, πολλοὶ οἱ περιστέλλοντες· μὴ ἐν καπηλείῳ, ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις. Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ’ ἐν καπηλείῳ μὴ διατρίβειν»[17].
ΟΡΓΗ γιὰ ποιὸν λόγο ἐδόθη στοὺς ἀνθρώπους: «Διὸ καὶ ὁ
δημιουργὸς τοῦτο [πάθος ὀργῆς] κατεφύτευσε πρὸς διόρθωσιν τῶν ἁμαρτανόντων, ἵνα διεγείρῃ τὸ νωθρὸν τῆς ψυχῆς καὶ παρειμένον, ἵνα ἀφυπνίζῃ τὸν καθεύδοντα καὶ
διαλελυμένον, καθάπερ στόμωμα σιδήρῳ, οὕτω τὸ τῆς ὀργῆς εὔτονον ἡμῖν ἐνθεὶς τῇ διανοίᾳ, ἵνα αὐτῷ χρησώμεθα εἰς δέον»[18].
ΟΡΓΗ σταματᾶ ἐὰν
δὲν ἀντιπαλεύωμε: «Πῦρ ἐστιν ὁ θυμός, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ
παράσχῃς τὴν τροφὴν τῷ πυρί, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ' ἑαυτὴν
ἰσχὺν ἡ ὀργή, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία.
Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτόν, ὅταν τοῖς
αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; ... Οὕτω καὶ
ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο
καθ' ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις,
Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος. Διὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ
παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν»[19].
ΠΕΙΡΑΣΜΟΙ ἀντιμετώπισίς τους διὰ καταφυγῆς στὸν Θεό: «Τὸν γὰρ Χριστιανὸν καὶ ἐν
τούτῳ τῶν ἀπίστων διαφέρειν χρή, ἐν τῷ φέρειν γενναίως ἅπαντα,
καὶ τῇ τῶν μελλόντων ἐλπίδι πτερούμενον ἀνώτερον εἶναι τῆς τῶν ἀνθρωπίνων κακῶν προσβολῆς. Ἐπὶ τῆς πέτρας ἕστηκεν ὁ πιστός, διὰ τοῦτο ταῖς τῶν κυμάτων ἀχείρωτός ἐστι προσβολαῖς. Ἂν γὰρ ἐπαρθῇ τὰ κύματα τῶν πειρασμῶν, οὐκ ἐφικνεῖται τῶν ἐκείνου ποδῶν· οὗτος ὑψηλότερος τῆς ἁπάσης τοιαύτης ἕστηκεν ἐπιβουλῆς. Μὴ τοίνυν καταπέσωμεν, ἀγαπητοί. Οὐχ οὕτως ἡμεῖς φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός· οὐχ οὕτως ἡμῖν
μέλει τοῦ μηδὲν παθεῖν δεινόν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν
χαρισαμένῳ, καὶ τοσαῦτα δόντι μετὰ ταῦτα ἀγαθά»[20].
ΠΙΣΤΙΣ καὶ ἡ τῶν ἡλικιωμένων
χρήσιμος: «Ἀλλ’ οὐ τὰ τῆς Ἐκκλησίας τοιαῦτα, ἀλλ’ ὅταν γηράσωσιν οἱ ἐν ἀρετῇ διάγοντες, τότε μᾶλλον χρήσιμοι καθίστανται· οὐ γὰρ σαρκῶν εὐτονία, ἀλλὰ πίστεως ἐπίτασις ζητεῖται»[21].
ΠΡΟΣΕΥΧΗ ὅπλον κατὰ τῶν πειρασμῶν: «Εὐχὴ χειμαζομένων λιμήν,
κλυδωνιζομένων ἄγκυρα, σαλευομένων
βακτηρία, πενήτων θησαυρός, πλουτούντων ἀσφάλεια, νοσημάτων ἀναίρεσις,
ὑγιείας φυλακή· εὐχὴ καὶ τὰ ἀγαθὰ ἡμῖν ἀκίνητα διατηρεῖ, καὶ τὰ κακὰ μεταβάλλει ταχέως· κἂν πειρασμὸς ἐπέλθῃ, ῥᾳδίως ἀποκρούεται, κἂν ζημία χρημάτων, κἂν ὁτιοῦν ἕτερον τῶν λυπούντων ἡμῶν τὴν ψυχήν, ἅπαντα ἀπελαύνει ταχέως· εὐχὴ
λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμή, φιλοσοφίας μήτηρ»[22].
ΣΩΜΑ μεγάλη ἡ ἀξία
του πιστοῦ: «Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὐτοῦ. Αἱ γοῦν σκιαὶ τῶν ἀποστόλων τὰς ἀσωμάτους ἀπήλασαν δυνάμεις, καὶ ἡ
κόνις καὶ ἡ τέφρα δαιμόνων περιεγένετο, καὶ τὰ ἱμάτια τὰ ὁμιλήσαντα
τοῖς σώμασιν αὐτῶν νόσους ἀνεῖλον, καὶ ὑγίειαν ἐπανήγαγον»[23].
ΣΩΤΗΡΙΑ προϊὸν
προθέσεως καὶ εὐγνωμοσύνης: «Τί τοῦ Χριστοῦ ἴσον; καὶ οὐκ ὠφελήθη ὁ Ἰούδας. Τί τοῦ
διαβόλου πονηρότερον; Καὶ ἐστεφανώθη ὁ Ἰώβ· καὶ οὔτε τὸν Ἰούδαν ὠφέλησεν ὁ
Χριστός, ἐπειδὴ ἀγνώμων ἦν, οὔτε τὸν Ἰὼβ ἔβλαψεν ὁ διάβολος, ἐπειδὴ εὐγνώμων ἦν»[24].
ΤΑΡΑΧΗ ὄχι ἕνεκα τῶν πραγμάτων, ἀλλὰ ἕνεκα τοῦ λογισμοῦ: «Πόσοι πενίαν φέρουσιν εὐκόλως, καὶ τῷ Θεῷ διὰ τοῦτο εὐχαριστοῦντες οὐ
διαλιμπάνουσι; πόσοι πλοῦτον καὶ τρυφὴν ἔχοντες, οὐκ εὐχαριστοῦσιν, ἀλλὰ βλασφημοῦσι τὸν Δεσπότην; πόσοι μηδὲν παθόντες δεινόν, κατηγοροῦσι τῆς καθόλου προνοίας; πόσοι δεσμωτήριον τὸν ἅπαντα χρόνον
οἰκήσαντες, τῶν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ βεβιωκότων εὐγνωμονέστερον τὴν
ἐκεῖ φέρουσι ταλαιπωρίαν; Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ
ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ τούτων καὶ ἐκείνων αἴτιος, ἀλλ’ οὐκ αὐτὴ τῶν πραγμάτων ἡ
φύσις»[25].
ΤΕΚΝΟΤΡΟΦΙΑ ἀνωτέρα τῆς τεκνογονίας: «οὐ γὰρ τὸ τεκεῖν μητρός, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μητρός, τοῦτο γὰρ τῆς προαιρέσεως»[26].
ΤΡΥΦΗ καὶ ἀπολαύσεις μᾶς ἐξομοιώνουν μὲ ζῶα: «Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους
οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι·
ἐπεὶ καὶ ἐκείνων τοῦτό ἐστιν ἡ εὐπραγία, μᾶλλον δὲ καὶ ἐν τοῖς ἀλόγοις κακία τοῦτό
ἐστι. Πολλοὶ γοῦν καὶ ὄνοι καὶ ἵπποι
διεφθάρησαν, ἐν ἀργίᾳ καὶ ἀδηφαγίᾳ ζῶντες»[27].
[1] Ἰωάννου Χρυσοστόμου, Λόγος εἰς τοὺς ἁγίους μάρτυρας, 4 (PG 50, 653-654).
[2] Ἰωάννου Χρυσοστόμου, Εἰς ἀνδριάντας, Α’ 1 (PG 49, 18).
[3] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, Γ', δ' (ΒΕΠ 91,
35).
[4] Ἰωάννου Χρυσοστόμου, Περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως, 8 (PG 50, 432).
[5] Ἰωάννου Χρυσοστόμου, Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, ὁμιλία
Ε’ (PG 50, 497).
[6] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, Ε’, ε’ (ΒΕΠ 91,
60).
[7] Ἰωάννου Χρυσοστόμου, Λόγος εἰς τὸν ἅγιον Βαβύλαν καὶ κατὰ
Ἰουλιανοῦ, 11 (PG
50, 551).
[8] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν μάρτυρα Δροσίδα, γ’ (PG 50, 687).
[9] Ἰωάννου Χρυσοστόμου, Ὁμιλία εἰς μάρτυρας (PG 50, 663).
[10] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, ΙΔ', ε' (ΒΕΠ 91,
169).
[11] Ἰωάννου Χρυσοστόμου, Εἰς ἀνδριάντας, Α’ 4 (PG 49, 21).
[12] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, Η’, ε’ (ΒΕΠ
91,97).
[13] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, Β’, α’ (ΒΕΠ 91,
20).
[14] Ἰωάννου Χρυσοστόμου, Περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως, 4 (PG 50, 423-424).
[15] Ἰωάννου Χρυσοστόμου, Κατὰ μεθυόντων, 1 (PG 50, 433).
[16] Ἰωάννου Χρυσοστόμου, Ὁμιλίαι εἰς τὴν Γένεσιν, Α’, γ’ (ΒΕΠ 91,
16).
[17] Ἰωάννου Χρυσοστόμου, Ὁμιλία εἰς μάρτυρας (PG 50, 664).
[18] Ἰωάννου Χρυσοστόμου, Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, ὁμιλία
ΣΤ’ (PG 50, 508).
[19] Ἰωάννου Χρυσοστόμου, Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων, ὁμιλία
ΛΑ', δ΄ (PG 60, 232).
[20] Ἰωάννου Χρυσοστόμου, Εἰς ἀνδριάντας, ὁμιλία Β’ 3 (PG 49, 37).
[21] Ἰωάννου Χρυσοστόμου, Εἰς τὸν μακάριον Ἀβραάμ, α’ (PG 50, 737).
[22] Ἰωάννου Χρυσοστόμου, Ζ’ περὶ ὁμοουσίου, ζ' (PG 48, 768).
[23] Ἰωάννου Χρυσοστόμου, Περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως, 6 (PG 50, 428).
[24] Ἰωάννου Χρυσοστόμου, Εἰς τὸν ἱερομάρτυρα Φωκᾶ, γ’ (PG 50, 703).
[25] Ἰωάννου Χρυσοστόμου, Περὶ εἱμαρμένης καὶ προνοίας, Λόγος Α’, (PG 50, 751).
[26] Ἰωάννου Χρυσοστόμου, Εἰς τοὺς Μακκαβαίους, ὁμιλία Α’, 3 (PG 50, 621).
[27] Ἰωάννου Χρυσοστόμου, Περὶ εἱμαρμένης καὶ προνοίας, Λόγος Α’, (PG 50, 752).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου