ΑΠΟΣΠΑΣΜΑΤΑ ΑΠΟ ΤΟ ΓΕΡΟΝΤΙΚΟΝ
ΠΕΙΡΑΣΜΟΙ ἀναγκαῖοι γιὰ τὴν σωτηρία μας: «οὐδεὶς ἀπείραστος δυνήσεται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον γάρ φησι τοὺς πειρασμούς, καὶ οὐδεὶς ὁ σωζόμενος»[1].
ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗ ἀντιμετωπίζει ὅλες τὶς παγίδες τοῦ πονηροῦ: «εἶδον πάσας τὰς παγίδας τοῦ ἐχθροῦ ἡπλωμένας ἐπὶ τῆς γῆς· καὶ στενάξας εἶπον· τίς ἆρα παρέρχεται ταύτας; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἡ ταπεινοφροσύνη»[2].
ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗ φανερώνεται ἀπὸ τὴν ἀποδοχὴ ἀτιμιῶν: «Ἐπῃνέθη τις μοναχὸς ὑπὸ τῶν ἀδελφῶν πρὸς τὸν Ἀββᾶν Ἀντώνιον, ὁ δὲ παραβαλόντα αὐτὸν ἐπείρασεν, εἰ φέρει ἀτιμίαν· καὶ εὑρὼν ὅτι οὐ βαστάζει, εἶπεν αὐτῷ· ἔοικας κώμῃ, τὰ ἔμπροσθεν κεκαλλωπισμένῃ, τὰ δὲ ὄπισθεν ὑπὸ ληστῶν συλουμένῃ»[3].
ΠΝΕΥΜΑΤΙΚΗ ΖΩΗ ἐκ δυνάμεως καὶ θελήσεως: «εἰ τοῦτο οὐ δύνασθε, κἀκεῖνο οὐ θέλετε, τί ὑμῖν ποιήσω; εὐχῶν χρεία»[4].
ΜΑΝΙΑ ἐξ αἰτίας τῆς ἀπιστίας: «Εἶπεν ὁ Ἀββᾶς Ἀντώνιος, ὅτι ἔρχεται καιρός, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπ’ ἂν ἴδωσί τινα μὴ μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι σὺ μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς»[5].
ΠΡΟΣΕΥΧΗ γιὰ τὴν κατανόησι τῶν βιβλικῶν χωρίων: «καὶ μακρύνας πολὺ ὁ γέρων, στὰς εἰς προσευχὴν ἔκραξεν φωνῇ μεγάλῃ· ὁ Θεὸς ἀπόστειλον τὸν Μωϋσῆν καὶ διδάξει με τὸ ῥῆμα τοῦτο»[6].
ΠΝΕΥΜΑΤΙΚΗ ΖΩΗ προϋποθέτει σχέδιο καὶ ὑλοποίησί του: «Εἶπεν ὁ Ἀββᾶς Ἀντώνιος· ὁ τύπτων τὸ μαζὶν τοῦ σιδήρου, πρῶτον σκοπεῖ τῷ λογισμῷ τί μέλλει ποιεῖν, δρέπανον, μάχαιραν, πέλυκα· οὕτω καὶ ἡμεῖς, ὀφείλομεν λογίζεσθαι ποίαν ἀρετὴν μετερχόμεθα, ἵνα μὴ εἰς κενὸν κοπιάσωμεν»[7].
ΜΟΡΦΩΣΙΣ ἡ διανοητικὴ δὲν ἀντικαθιστᾶ τὴν πνευματική: «Ἐρωτῶντός ποτε τοῦ Ἀββᾶ Ἀρσενίου τινὰ γέροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευσιν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; ὁ δὲ εἶπε πρὸς αὐτόν· τὴν μὲν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπίσταμαι παίδευσιν, τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου, οὔπω μεμάθηκα»[8].
ΑΙΡΕΣΙΣ χειροτέρα πάσης ἁμαρτίας γιατὶ ὁδηγεῖ στὴν ἀπώλεια: «Ἔλεγον περὶ τοῦ Ἀββᾶ Ἀγάθωνος, ὅτι ἀπῆλθόν τινες πρὸς αὐτόν, ἀκούσαντες ὅτι μεγάλην διάκρισιν ἔχει· καὶ θέλοντες δοκιμάσαι αὐτὸν εἰ ὀργίζεται, λέγουσιν αὐτῷ· σὺ εἶ Ἀγάθων; ἀκούομεν περὶ σοῦ ὅτι πόρνος εἶ, καὶ ὑπερήφανος· ὁ δὲ εἶπεν· ναι, οὕτως ἔχει· καὶ λέγουσιν αὐτῷ· σὺ εἶ Ἀγάθων ὁ φλύαρος καὶ κατάλαλος; ὁ δὲ εἶπεν· ἐγώ εἰμι· λέγουσι πάλιν· σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; καὶ ἀπεκρίθη· οὔκ εἰμι αἱρετικός· καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν διατὶ τοσαῦτα εἴπομέν σοι, καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ ἐβάστασας; λέγει αὐτοῖς· τὰ πρῶτα, ἐμαυτῷ ἐπιγράφω· ὄφελος γάρ ἐστι τῇ ψυχῇ μου· τὸ δὲ αἱρετικός, χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ, καὶ οὐ θέλω χωρισθῆναι ἀπὸ Θεοῦ· οἱ δὲ ἀκούσαντες ἐθαύμασαν τὴν διάκρισιν αὐτοῦ, καὶ ἀπῆλθον οἰκοδομηθέντες»[9].
ΠΟΡΝΕΙΑ νὰ προσφεύγωμε στὴν Χάρι τοῦ Θεοῦ: «Ἀδελφὸς ἠρώτησε τὸν Ἀββᾶν Ἀγάθωνα περὶ τῆς πορνείας· καὶ λέγει αὐτῷ· ὕπαγε, ρῖψον ἐνώπιον τοῦ Θεοῦ τὴν ἀδυναμίαν σου, καὶ ἕξεις ἀνάπαυσιν»[10].
ΠΕΡΙΒΑΛΛΟΝ στᾶσις τῶν ἀσκητῶν ἔναντι αὐτοῦ: «Ὁ αὐτὸς ὥδευε μετὰ τῶν μαθητῶν αὐτοῦ· καὶ εὑρὼν εἷς ἐκ αὐτῶν μικρὸν ἀράκιον χλωρὸν ἐν τῇ ὁδῷ, λέγει τῷ γέροντι· πάτερ, κελεύεις λάβω αὐτό; προσέσχεν οὖν ὁ γέρων αὐτῷ θαυμάζω, καὶ λέγει· σὺ ἔθηκας αὐτὸ ἐκεῖ; λέγει ὁ ἀδελφός· οὐχί· καὶ λέγει ὁ γέρων· πῶς οὖν θέλεις λαβεῖν ὃ οὐκ ἔθηκας;»[11].
ΑΣΚΗΤΗΣ καὶ σὲ μονὴ καὶ στὴν ἔρημο: «εἰ οὐ δύνασαι ποιῆσαι τὰ ἔργα τῆς ἐρήμου, κάθου εἰς τὸ κελλίον σου μεθ’ ὑπομονῆς κλαίων τὰς ἁμαρτίας σου, καὶ μὴ πλάζου· πανταχοῦ γὰρ ὁ τοῦ Θεοῦ ὀφθαλμὸς βλέπει τὰ ἔργα τῶν ἀνθρώπων καὶ οὐδὲν αὐτῷ λανθάνει, καὶ συνιεῖ τοὺς ἀγαθὸν ἐργαζομένους»[12].
ΥΠΕΡΗΦΑΝΙΑ κατανικᾶται ἀπὸ τὴν ταπείνωσι τῶν ἐντολῶν: «ἔθος ἐστὶ τῇ ὑπερηφανίᾳ τοῦ διαβόλου, πίπτειν ἀπὸ τῆς ταπεινώσεως τῆς ἐντολῆς τοῦ Χριστοῦ»[13].
ΣΩΜΑ λεπτυνόμενον βοηθᾶ τὴν ψυχή: «ὅσον τὸ σῶμα θάλλει, τοσοῦτον ἡ ψυχὴ λεπτύνεται· καὶ ὅσον τὸ σῶμα λεπτύνεται, τοσοῦτον ἡ ψυχὴ θάλλει»[14].
ΘΕΙΑ ΕΥΧΑΡΙΣΤΙΑ διατὶ ὡς ἄρτος καὶ οἶνος: «ὁ Θεὸς οἶδε τὴν ἀνθρωπίνην φύσιν, | ὅτι οὐ δύναται φαγεῖν κρέα ὠμά, καὶ διὰ τοῦτο μετεποίησε τὸ σῶμα αὐτοῦ εἰς ἄρτον καὶ τὸ αἷμα αὐτοῦ εἰς οἶνον, τοῖς πίστει δεχομένοις»[15].
ΠΡΟΣΟΧΗ στὶς δικές μας ἁμαρτίες καὶ ὄχι τῶν ἄλλων: «ταράσσουσί με οἱ λογισμοί μου, τοῦ ἀφεῖναι τὰς ἁμαρτίας μου, καὶ ποιοῦσί με προσέχειν εἰς τὰ ὑστερήματα τοῦ ἀδελφοῦ μου»[16].
ΓΡΑΦΗ ἡ μελέτη της μᾶς προστατεύει: «μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν, τῶν γραφῶν ἡ ἀνάγνωσις»[17].
ΑΙΣΧΥΝΗ νὰ ὑπάρχη πρωτίστως πρὸς τὸν Θεό: «εἰ ἀνθρώπους αἰσχυνόμεθα πολλῷ μᾶλλον ὀφείλομεν αἰσχύνεσθαι τὸν Θεόν, τὸν τὰ κρυπτὰ τοῦ σκότους ἐλέγχοντα»[18].
ΜΟΡΦΩΣΙΣ ἡ πνευματικὴ δὲν εἶναι θέμα βιβλίων: «πολλὰ βιβλία ἀνέγνων, καὶ τοιαύτην παιδείαν οὐδέπω ἔγνων»[19].
ΠΕΙΡΑΣΜΟΙ ἀναγκαῖοι γιὰ τὴν σωτηρία μας: «ἔπαρον τοὺς πειρασμοὺς καὶ οὐδεὶς ὁ σωζόμενος»[20].
ΘΕΛΗΜΑ ἀνθρώπου ἐμποδίζει τὸ θέλημα τοῦ Θεοῦ: «ἐὰν θέλῃ ὁ Θεὸς ψυχὴν ἐλεῆσαι, αὐτὴ δὲ ἀφηνιάζει καὶ οὐκ ἀνέχεται, ἀλλὰ τὸ θέλημα αὐτῆς ποιεῖ, συγχωρεῖ αὐτὴν παθεῖν ἅπερ οὐ θέλει, ἵνα οὕτως αὐτὸν ἐπιζητήσῃ»[21].
ΝΟΥΣ προσκόλλησίς του: «οἱ ἄνθρωποι τὸν νοῦν ἔχουσιν ἢ εἰς τὰς ἁμαρτίας, ἢ πρὸς τὸν Ἰησοῦν, ἢ πρὸς τοὺς ἀνθρώπους»[22].
ΠΡΟΣΕΥΧΗ μᾶς σώζει ἀπὸ πονηροὺς λογισμούς: «Εἶπεν ὁ Ἀββᾶς Ἰωάννης, ὅτι ὅμοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν· καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ’ αὐτῶν, τρέχει ἄνω εἰς τὸ δένδρον καὶ σώζεται· οὕτω κἀγώ· καθέζομαι ἐν τῷ κελλίῳ μου καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου· καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτούς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ τῆς προσευχῆς καὶ σώζομαι ἐκ τοῦ ἐχθροῦ»[23].
ΗΣΥΧΙΑ ἀπαραίτητος ἡ τοῦ νοῦ γιὰ τὴν προσευχή: «τὰ ὦτά μου εἶχον ἀπὸ τῆς ἀντιλογίας μεστά· ἐκύκλωσα οὖν, ἵνα καθαρίσω αὐτὰ καὶ οὕτως εἰσέλθω ἐν ἡσυχίᾳ τοῦ νοός μου εἰς τὸ κελλίον μου»[24].
ΤΑΠΕΙΝΩΣΙΣ δὲν ἀντιλογεῖ, ἀλλὰ καταδέχεται τὶς ἀτιμίες: «Εἶπεν ὁ Ἀββᾶς Ἰωάννης· τίς πέπρακε τὸν Ἰωσήφ; καὶ ἀπεκρίθη τις ἀδελφός, λέγων· οἱ ἀδελφοὶ αὐτοῦ· λέγει αὐτῷ ὁ γέρων· οὐχί· ἀλλ’ ἡ ταπείνωσις αὐτοῦ πέπρακεν αὐτόν· ἠδύνατο γὰρ εἰπεῖν, ὅτι ἀδελφὸς αὐτῶν εἰμι καὶ ἀντιλέξαι· ἀλλὰ σιωπῶν, τῇ ταπεινώσει ἑαυτὸν πέπρακε· καὶ ἡ ταπεινοφροσύνη κατέστησεν αὐτὸν ἡγούμενον εἰς Αἴγυπτον»[25].
ΙΣΧΥΣ ταπεινοῦται ἀπὸ τὰ πάθη: «Εἶπε πάλιν· τίς ἰσχυρὸς ὡς ὁ λέων; καὶ διὰ τὴν κοιλίαν αὐτοῦ ἐμπίπτει εἰς παγίδα καὶ ὅλη ἡ ἰσχὺς αὐτοῦ ταπεινοῦται»[26].
ΔΥΣΤΡΟΠΟΙ σώζονται μόνον ἀπὸ ἁγίους: «Ἔλεγον περὶ τοῦ Ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου τῆς Σκήτεως, ὅτι εἴ τις εἶχεν ἀδελφὸν ἀντίλογον καὶ ἀσθενῆ, ἢ ὀλίγωρον ἢ ὑβριστὴν καὶ ἤθελε βαλεῖν αὐτὸν ἔξω, ἔλεγε· φέρετέ μοι αὐτὸν ὧδε· καὶ ἐλάμβανεν αὐτὸν καὶ διὰ τῆς μακροθυμίας αὐτοῦ ἔσῳζεν αὐτόν»[27].
ΜΑΘΗΤΑΙ νὰ ἀγαποῦν καὶ νὰ φοβοῦνται τοὺς διδασκάλους τους: «Εἶπε πάλιν· χρὴ τοὺς μαθητευομένους, καὶ ὡς πατέρας φιλεῖν τοὺς ὄντως διδασκάλους, καὶ ὡς ἄρχοντας φοβεῖσθαι· καὶ μήτε διὰ τὴν ἀγάπην ἐκλύειν τὸν φόβον, μήτε διὰ τὸν φόβον ἀμαυροῦν τὴν ἀγάπην»[28].
ΘΕΙΑ ΕΥΧΑΡΙΣΤΙΑ ἀποφυγὴ τῆς ἐπικοινωνίας μετὰ ἀπὸ αὐτήν: «Ἀββᾶ Ἰσαάκ, διατὶ ἀπὸ συνάξεως φεύγεις τοὺς ἀδελφούς; καὶ εἶπε πρὸς αὐτούς, ὅτι τοὺς ἀδελφοὺς οὐ φεύγω, ἀλλὰ τὴν τῶν δαιμόνων κακοτεχνίαν· καὶ γὰρ ἐάν τις κατέχῃ λαμπάδιον φωτός, καὶ βραδύνῃ εἰς τὸν ἀέρα ἱστάμενος, σβέννυται ἀπ’ αὐτοῦ· οὕτω καὶ ἡμεῖς φωτιζόμενοι ὑπὸ τῆς ἁγίας προσφορᾶς, ἐὰν βραδύνωμεν ἔξω τοῦ κελλίου, σκοτίζεται ἡμῶν ὁ νοῦς· αὕτη ἡ πολιτεία τοῦ ὁσίου Ἀββᾶ Ἰσαάκ»[29].
ΘΕΛΗΜΑ ὅταν ἐγκαταλείπεται καρποφορεῖ ἡ ψυχή: «ἡ ψυχὴ ἐὰν νήψῃ καὶ συστείλῃ ἑαυτὴν ἀπὸ τοῦ περισπασμοῦ καὶ καταλείψῃ τὰ θελήματα ἑαυτῆς, τότε τὸ πνεῦμα τοῦ Θεοῦ παραβάλλει αὐτῇ· καὶ δύναται λοιπὸν γεννῆσαι· ἐπειδὴ στεῖρα ἐστίν»[30].
ΑΝΘΡΩΠΟΙ ἐὰν δὲν κατορθώσωμε τὴν συμβίωσι μαζί τους δὲν ὠφελούμεθα ἀπὸ τὴν μόνωσι: «θέλω φυγεῖν τοὺς ἀνθρώπους· ἀπεκρίθη ὁ γέρων· ἐὰν μὴ πρῶτον κατορθώσῃς μετὰ τῶν ἀνθρώπων, οὐδὲ καταμόνας δύνασαι κατορθῶσαι»[31].
ΠΝΕΥΜΑΤΙΚΗ ΖΩΗ καρπὸς ἀγῶνος καὶ Ἁγίου Πνεύματος: «Εἶπεν ὁ Ἀββᾶς Λογγῖνος τῷ Ἀββᾷ Ἀκακίῳ· ἡ γυνὴ τότε γινώσκει ὅτι συνέλαβεν, ὅταν σταλῇ τὸ αἷμα αὐτῆς· οὕτως οὖν καὶ ἡ ψυχή, τότε γινώσκει ὅτι συνέλαβε πνεῦμα ἅγιον, ὅταν σταλῇ τὰ ῥέοντα ἀπ’ αὐτῆς κάτωθεν πάθη· ἐν ὅσῳ δὲ ἐνέχεται ἐν αὐτοῖς, πῶς δύναται κενοδοξεῖν ὡς ἀπαθής; δὸς αἷμα καὶ λάβε πνεῦμα»[32].
ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗ μᾶς καθιστᾶ ἀπροσβλήτους στὸν διάβολο: «Παρερχόμενός ποτε ἀπὸ τοῦ ἔλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ Ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδόν, μετὰ δρεπάνου· καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε· καὶ λέγει αὐτῷ· πολλὴ βία ἀπὸ σοῦ Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σε· ἰδοὺ γὰρ εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις· ἐγὼ οὐδὲ ὅλως τρώγω· ἀγρυπνεῖς· κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον ἐν ᾧ νικᾷς με· λέγει αὐτῷ ὁ Ἀββᾶς Μακάριος· ποῖον τοῦτο; ὁ δὲ ἔφη· ἡ ταπείνωσίς σου· καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ»[33].
ΤΕΛΕΙΟΤΗΣ νὰ δοξάζωμε τὸν πλησίον ὑπὲρ ἑαυτόν: «αὕτη γάρ ἐστιν ἡ τελειότης, ὥστε τὸν πλησίον ἑαυτοῦ δοξάζειν ὑπὲρ ἑαυτόν»[34].
ΠΑΘΗ σπείρονται ἀπὸ λογισμοὺς τοῦ διαβόλου: «Εἶπε πάλιν· οὐκ εἶδεν ὁ σατανᾶς ποίῳ πάθει ἡττᾶται ἡ ψυχή· σπείρει μὲν ἀλλ’ οὐκ οἶδεν εἰ θερίσει· τοὺς μὲν περὶ πορνείας, τοὺς δὲ περὶ καταλαλιᾶς λογισμοὺς καὶ ὁμοίως καὶ τὰ λοιπὰ πάθη· καὶ εἰς οἷον πάθος ἴδῃ τὴν ψυχὴν κλίνασαν, χορηγεῖ αὐτῇ»[35].
ΑΣΚΗΤΗΣ ἰσχυρὸς ὁ μένων μεταξὺ τῶν ἀνθρώπων: «εἰ οὐ δύνασαι κατέχειν ἑαυτόν, φύγε καταμόνας· ἀσθένεια γάρ ἐστιν· ὁ δὲ καθήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγωνιαῖος ἀλλὰ στρογγῦλος, ἵνα πρὸς πάντας κυλίηται· καὶ εἶπεν ὁ γέρων· οὐ κατὰ ἀρετὴν κάθημαι καταμόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων»[36].
ΥΠΑΚΟΗ ἡ πρὸς Θεὸν καθιστᾶ καὶ τὸν Θεὸν ὑπάκουο ἡμῶν: «εἴ τις ὑπακούει τῷ Θεῷ, ὁ Θεὸς ὑπακούει αὐτόν»[37].
ΠΡΟΣΕΥΧΗ διαταράσσεται ἀπὸ ἀντιλογία μὲ ἀδελφούς: «Εἶπεν ὁ Ἀββᾶς Νεῖλος· ὅσα ἂν ποιῇς εἰς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς»[38].
ΚΥΩΝ καλύτερος τῶν ἀνθρώπων λόγῳ πιστότητος καὶ ἀκατακρισίας: «Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ κύων κρείσσων μου ἐστί· διότι καὶ ἀγάπην ἔχει καὶ εἰς κρίσιν οὐκ ἔρχεται»[39].
ΖΗΛΟΦΘΟΝΙΑ νὰ ἀποφεύγωνται τὰ περιβάλλοντα αὐτῆς: «Εἶπε πάλιν ὁ Ἀββᾶς Ποιμήν· μὴ οἰκήσῃς εἰς τόπον, οὗ βλέπεις τινὰς ἔχοντας ζῆλον κατὰ σοῦ· εἰ δὲ μή γε οὐ προκόπτεις»[40].
ΛΟΓΙΣΜΟΙ σπείρονται ἀπὸ τοὺς δαίμονες καὶ νικῶνται διὰ τῆς ὑπομονῆς: «οἱ πονηροὶ λογισμοί, ἀπὸ τῶν δαιμόνων βλαστάνοντες, διὰ τῆς ὑπομονῆς ἐκλείπουσιν»[41].
ΑΜΑΡΤΩΛΟΣ συμπεριφορά μας πρὸς αὐτὸν γιὰ νὰ διεγερθῆ ἡ μετάνοια: «Εἶπεν ὁ Ἀββᾶς Ποιμήν· ἐὰν ἁμαρτήσῃ ἄνθρωπος καὶ ἀρνήσηται, λέγων, οὐχ ἥμαρτον, μὴ ἐλέγξῃς αὐτόν· εἰ δὲ μήγε, ἐκκόπτεις αὐτοῦ τὴν προθυμίαν· ἐὰν δὲ εἴπῃς αὐτῷ· μὴ ἀθυμήσῃς ἀδελφέ, ἀλλὰ φύλαξαι τοῦ λοιποῦ, διεγείρεις αὐτοῦ τὴν ψυχὴν πρὸς μετάνοιαν»[42].
ΔΙΔΑΣΚΑΛΟΣ ὁ μὴ ποιῶν ὅμοιος μὲ τὴν βρύση: «ἄνθρωπος διδάσκων, μὴ ποιῶν δὲ ἃ διδάσκει, ὅμοιός ἐστι κρήνῃ· ὅτι πάντας ποτίζει καὶ πλύνει, ἑαυτὴν δὲ οὐ δύναται καθαρίσαι»[43].
ΣΙΩΠΗ ὁποία ἡ θεοφιλής: «ὅτι ἐστὶν ἄνθρωπος δοκῶν σιωπᾶν καὶ ἡ καρδία αὐτοῦ κατακρίνει ἄλλους· ὁ τοιοῦτος πάντοτε λαλεῖ· καὶ ἔστιν ἄλλος, ἀπὸ πρωὶ ἕως ἑσπέρας λαλῶν καὶ σιωπὴν κρατεῖ· τοὐτέστιν ὅτι ἐκτὸς ὠφελείας οὐδὲν λαλεῖ»[44].
ΑΝΤΕΚΔΙΚΗΣΙΣ ἐπίπεδα αὐτῆς: «Ἠρώτησεν αὐτὸν ἄλλος ἀδελφός, λέγων· τί ἐστι, μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; λέγει αὐτῷ ὁ γέρων· τὸ πάθος τοῦτο τέσσαρας ἔχει τρόπους· πρῶτον ἀπὸ καρδίας, δεύτερον ἀπὸ ὄψεως, τρίτον γλώσσης· τέταρτόν ἐστι, τὸ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ· ἐὰν δύνασαι καθαρίσαι τὴν καρδίαν σου, οὐκ ἔρχετι εἰς τὴν ὄψιν· ἐὰν δὲ ἔλθῃ εἰς τὴν ὄψιν, φυλάττου τὸ μὴ λαλεῖν· ἐὰν δὲ καὶ λαλήσῃς, ταχὺ κόψον τοῦ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ»[45].
ΕΞΩΤΕΡΙΚΕΥΣΙΣ τῆς καρδίας μας: «δίδαξον τὸ στόμα σου, λαλεῖν, ἃ ἔχει ἡ καρδία σου»[46].
ΠΤΑΙΣΜΑ ἐὰν σκεπάζωμε τοῦ ἀδελφοῦ θὰ σκεπάση καὶ ὁ Θεὸς τὰ ἡμέτερα: «οἵαν ὥραν σκεπάσωμεν τὸ τοῦ ἀδελφοῦ ἡμῶν πταῖσμα καὶ Θεὸς σκεπάζει τὸ ἡμέτερον»[47].
ΑΥΤΟΜΕΜΨΙΑ προσφέρει τὴν ἀγάπη τοῦ Θεοῦ: «ἐὰν οὖν ἡ ψυχὴ ἑαυτὴν μέμψηται ἐνώπιον Κυρίου, ἀγαπᾷ αὐτὴν ὁ Κύριος»[48].
ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗ προσφέρει ἀνάπαυσι σὲ ὅλα τὰ περιβάλλοντα: «Εἶπε πάλιν, ὅτι ἐὰν σεαυτὸν εὐτελίσῃς, ἕξεις ἀνάπαυσιν, εἰς οἷον δ’ ἂν τόπον καθίσῃς»[49].
ΜΟΝΑΧΟΣ ἀποβλητέα πάθη του: «οὐκ ἔστι μοναχὸς μεμψίμοιρος· οὐκ ἔστι μοναχὸς ποιῶν ἀνταπόδομα· οὐκ ἔστι μοναχὸς ὀργίλος»[50].
ΑΓΡΥΠΝΙΑ πατρικὴ συμπεριφορὰ πρὸς ἀδυνατοῦντας: «θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐτούς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; ὁ δὲ λέγει αὐτοῖς· ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστάζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου καὶ ἀναπαύω αὐτόν»[51].
ΠΑΘΟΣ ὅ,τι μισεῖ ἡ ψυχὴ δὲν ριζώνει: «πᾶν δὲ πρᾶγμα ὃ οὐ θέλει ἡ ψυχή, ὀλιγοχρόνιόν ἐστι»[52].
ΑΝΤΙΛΟΓΙΑ θυσία αὐτῆς ἕνεκα τῆς ἀγάπης: «μείζονα ταύτης τῆς ἀγάπης οὐκ ἔστιν εὑρεῖν τινα, τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον αὐτοῦ· εἰ γάρ τις ἀκούσῃ λόγον πονηρὸν τοὐτέστι λυπηρόν, δυνάμενος καὶ αὐτὸς τὸν ὅμοιον εἰπεῖν καὶ ἀγωνίσηται μὴ εἰπεῖν, ἢ ἐὰν πλεονεκτηθῇ καὶ βαστάζῃ καὶ μὴ ἀνταποδώσῃ αὐτῷ, ὁ τοιοῦτος τίθησι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον»[53].
ΔΙΔΑΣΚΑΛΟΣ χρεία νὰ εἶναι ὑγιὴς καὶ ἀπαθής: «τὸ διδάξαι τὸν πλησίον, ὑγιαίνοντός ἐστι καὶ ἀπαθοῦς· ἐπεὶ τίς χρεία οἰκοδομῆσαί τινα ἄλλου οἰκίαν, καὶ τὴν ἰδίαν καταστρέψαι;»[54].
ΣΙΩΠΗ ὁποία ἡ θεοφιλής: «Ἀδελφὸς ἠρώτησε τὸν Ἀββᾶν Ποιμένα, λέγων· βέλτιόν ἐστι τὸ λαλῆσαι ἢ σιωπῆσαι; λέγει αὐτῷ ὁ γέρων, ὅτι ὁ λαλῶν διὰ τὸν Θεόν, καλῶς ποιεῖ καὶ ὁ σιωπῶν διὰ τὸν Θεόν, ὁμοίως»[55].
ΔΙΔΑΣΚΑΛΟΣ τύπος καὶ ὄχι νομοθέτης: «γενοῦ αὐτοῖς τύπος καὶ μὴ νομοθέτης»[56].
ΠΟΝΗΡΙΑ ἐξαφανίζεται διὰ τῆς ἀγαθοποιΐας: «ἡ πονηρία τὴν πονηρίαν οὐδαμῶς ἀναιρεῖ· ἀλλ’ ἐὰν τίς σε κακοποιήσῃ, εὖ ποίησον αὐτῷ, ἵνα διὰ τῆς ἀγαθοποιΐας ἀνέλῃς τὴν πονηρίαν»[57].
ΠΑΘΗ τὸ ἀπελαύνειν αὐτὰ ἰσοδυναμεῖ μὲ τὸ ἀπελαύνειν δαίμονες: «Ἔλεγεν ὁ Ἀββᾶς Πιτυρίων ὁ μαθητὴς τοῦ Ἀββᾶ Ἀντωνίου, ὅτι ὁ βουλόμενος ἀπελαύνειν δαίμονας, πρότερον τὰ πάθη δουλώσεται· οἵου γὰρ ἂν πάθους περιγένηταί τις, τούτου καὶ τὸν δαίμονα ἀπελαύνει· ἕπεταί φησι, δαίμων τῇ ὀργῇ· ἐὰν τῆς ὀργῆς κρατήσῃς, ἀπελήλαται ταύτης ὁ δαίμων· ὁμοίως καὶ περὶ ἑκάστου πάθους»[58].
ΠΑΘΗ ἐὰν δὲν ὑποχωροῦν ἔχομε ἐντὸς ἡμῶν τὶς αἰτίες τους: «Ἀδελφὸς εἶπε τῷ Ἀββᾷ Σισώῃ· πῶς οὐκ ἀναχωροῦσι τὰ πάθη ἀπ’ ἐμοῦ; λέγει αὐτῷ ὁ γέρων· τὰ σκεύη αὐτῶν ἔνδοθέν σου εἰσίν· δὸς αὐτοῖς τὸν ἀρραβῶνα αὐτῶν καὶ ὑπάγουσιν»[59].
ΑΙΡΕΤΙΚΟΙ ἀντιμετωπίζονται διὰ τῶν πατερικῶν συγγραμμάτων: «Ἦλθόν ποτε ἀρειανοὶ πρὸς τὸν Ἀββᾶν Σισώην εἰς τὸ ὄρος τοῦ Ἀββᾶ Ἀντωνίου καὶ ἤρξαντο καταλαλεῖν τῶν ὀρθοδόξων· ὁ δὲ γέρων οὐκ ἀπεκρίθη αὐτοῖς οὐδέν· καὶ φωνήσας τὸν ἑαυτοῦ μαθητήν, εἶπεν· Ἀβραὰμ φέρε μοι τὸ βιβλίον τοῦ ἁγίου Ἀθανασίου καὶ ἀνάγνωθι αὐτό· καὶ σιωπώντων αὐτῶν, ἐγνώσθη ἡ αἵρεσις αὐτῶν· καὶ ἀπέλυσεν αὐτοὺς μετ’ εἰρήνης»[60].
ΑΣΚΗΣΙΣ ἡ ὑπερβολὴ ἀνεπίτρεπτος: «Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ Ἀββᾶ Σισώη τοῦ Καλαμῶνος, ὅτι θέλων ποτὲ νικῆσαι τὸν ὕπνον, ἐκρέμασεν ἑαυτὸν ἀπὸ τοῦ κρημνοῦ τῆς Πέτρας· καὶ ἐλθὼν ἄγγελος ἔλυσεν αὐτόν, καὶ παρήγγειλεν αὐτὸν μηκέτι τοῦτο ποιῆσαι, μήτε ἄλλοις παραδοῦναι τὴν τοιαύτην παράδοσιν»[61].
ΠΕΙΡΑΣΜΟΙ ἀντιμετώπισίς τους διὰ καταφυγῆς στὸν Θεό: «Ἠρώτησέ τις τῶν πατέρων τὸν Ἀββᾶν Σισώην, λέγων· ἐὰν κάθημαι ἐν τῇ ἐρήμῳ καὶ ἔλθῃ βάρβαρος φονεῦσαί με θέλων, καὶ δυνηθῶ πρὸς αὐτόν, φονεύσω αὐτόν; καὶ εἶπεν ὁ γέρων· οὐχί· ἀλλὰ παράδος αὐτὸν τῷ Θεῷ· οἷος γὰρ ἂν πειρασμὸς ἔλθῃ ἀνθρώπῳ, λεγέτω, ὅτι διὰ τὰς ἁμαρτίας μου τοῦτο συνέβη· ἐὰν δὲ ἀγαθόν, οἰκονομία Θεοῦ»[62].
ΒΙΒΛΙΟΘΗΚΕΣ χρήματα τῶν χηρῶν καὶ τῶν ὀρφανῶν: «Ἀδελφὸς ἠρώτησε τὸν Ἀββᾶν Σεραπίωνα, λέγων· εἰπέ μοι λόγον· λέγει αὐτῷ ὁ γέρων· τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων»[63].
ΠΝΕΥΜΑΤΙΚΗ ΖΩΗ ἐκκινεῖ ἀπὸ ἀγῶνα καὶ κόπο καὶ καταλήγει σὲ ἀνεκλάλητο χαρά: «Εἶπεν ἡ Ἀμμᾶς Συγκλητική· ἀγών ἐστι καὶ κόπος πολὺς τοῖς προσερχομένοις τῷ Θεῷ τὰ πρῶτα, ἔπειτα δὲ χαρὰ ἀνεκλάλητος· ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι, πρῶτον καπνίζονται καὶ δακρύουσι καὶ οὕτω τοῦ ζητουμένου ἐπιτυγχάνουσι· καὶ γάρ φησιν, ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν· οὕτω δεῖ καὶ ἡμᾶς ἑαυτοὺς τὸ θεῖον ἐξάψαι πῦρ μετὰ δακρύων καὶ πόνων»[64].
ΑΣΚΗΣΙΣ μεγίστη ἡ ἐγκαρτέρησις στὶς ἀσθένειες: «αὕτη γάρ ἐστιν ἡ μεγάλη ἄσκησις, τὸ ἐν ταῖς νόσοις ἐγκαρτερεῖν καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ Θεῷ»[65].
ΜΙΣΟΣ πρὸς τὸν διάβολο καὶ τὴν ἁμαρτία: «τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; οὐκ αὐτός ἐστιν ὁ ἀδικήσας, ἀλλ’ ὁ διάβολος· μίσησον τὴν νόσον καὶ μὴ τὸν νοσοῦντα»[66].
ΛΟΓΙΣΜΟΙ μνησικακίας, εἶναι ἀμοιβαῖοι: «Εἶπεν ὁ Ἀββᾶς Ὤρ· εἰ ὁρᾷς με λογισμὸν ἔχοντα κατά τινος, γίνωσκε ὅτι καὶ αὐτὸς τὸν αὐτὸν ἔχει εἰς ἐμέ»[67].
ΠΕΙΡΑΣΜΟΙ καὶ ἐξ αἰτίας τῶν ἁμαρτιῶν μας: «Εἶπε πάλιν· ἐν παντὶ πειρασμῷ μὴ μέμφου ἄνθρωπον, ἀλλὰ σεαυτὸν μόνον, λέγων, ὅτι διὰ τὰς ἁμαρτίας μου ταῦτα συμβαίνει μοι»[68].
ΑΣΚΗΣΙΣ ἐναντίον τῶν παθῶν καὶ ὄχι τοῦ σώματος: «ἡμεῖς οὐκ ἐδιδάχθημεν σωματοκτόνοι, ἀλλὰ παθοκτόνοι»[69].
ΑΓΙΟΤΗΣ ὁδηγεῖ στὴν κατανόησι τῆς θείας Ἀποκαλύψεως: «Ὁ αὐτὸς Ἀββᾶς Δανιὴλ διηγήσατο περὶ ἄλλου τινὸς γέροντος μεγάλου, καθημένου εἰς τὰ κάτω μέρη τῆς Αἰγύπτου, ὅτι ἔλεγεν ἐν ἀφελότητι, ὅτι ὁ Μελχισεδὲκ υἱός ἐστι τοῦ Θεοῦ· καὶ ἀνηγγέλη τῷ μακαρίῳ Κυρίλλῳ τῷ Ἀρχιεπισκόπῳ Ἀλεξανδρείας περὶ αὐτοῦ· καὶ ἔπεμψεν ἐπ’ αὐτόν· εἰδὼς δὲ ὅτι σημειοφόρος ἐστὶν ὁ γέρων καὶ εἴ τι αἰτεῖ τῷ Θεῷ, ἀποκαλύπτει αὐτῷ, καὶ ὅτι ἐν ἀφελότητι λέγει τὸν λόγον, ἐχρήσατο τοιαύτῃ σοφίᾳ, λέγων· Ἀββᾶ, παρακαλῶ σε, ἐπειδὴ ὁ λογισμός μου λέγει, ὅτι ὁ Μελχισεδὲκ υἱὸς τοῦ Θεοῦ ἐστί, καὶ ἄλλος λογισμὸς λέγει, ὅτι οὔ, ἀλλ’ ἄνθρωπός ἐστιν ἀρχιερεὺς τοῦ Θεοῦ· ἐπεὶ οὖν διστάζω περὶ τούτου, ἀπέστειλα πρὸς σὲ ἵνα δεηθῇς τοῦ Θεοῦ, ὅπως σοι ἀποκαλύψῃ περὶ τούτου· ὁ δὲ γέρων τῇ αὐτοῦ πολιτείᾳ θαρρῶν, εἶπε μετὰ παρρησίας· ἔνδος μοι τρεῖς ἡμέρας, κἀγὼ ἐρωτῶ τὸν Θεὸν περὶ τούτου, καὶ ἀναγγέλλω σοι τίς ἐστιν· ἀπελθὼν οὖν, ἐδέετο τοῦ Θεοῦ περὶ τοῦ ρήματος τούτου· καὶ ἐλθὼν μετὰ τρεῖς ἡμέρας, λέγει τῷ μακαρίῳ Κυρίλλῳ ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ· καὶ εἶπεν αὐτῷ ὁ ἀρχιεπίσκοπος· πῶς οἶδας Ἀββᾶ; ὁ δὲ εἶπεν· ὁ Θεὸς ἀπεκάλυψέ μοι ὅλους τοὺς πατριάρχας, οὕτως ἕνα ἕκαστον παρερχόμενον ἐνώπιόν μου, ἀπὸ Ἀδὰμ μέχρι Μελχισεδέκ· καὶ ὁ ἄγγελος Κυρίου εἶπέ μοι, ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ· καὶ θάρσει ὅτι οὕτως ἐστίν· ἀπελθὼν οὖν, δι’ ἑαυτοῦ ἐκήρυσσεν ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ· καὶ ἐχάρη μεγάλως ὁ μακάριος Κύριλλος»[70].
[1] Ἀββᾶς Ἀντώνιος, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 1.
[2] Ἀββᾶς Ἀντώνιος, ζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 2.
[3] Ἀββᾶς Ἀντώνιος, ιδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 2.
[4] Ἀββᾶς Ἀντώνιος, ιη’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 3.
[5] Ἀββᾶς Ἀντώνιος, κδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 4.
[6] Ἀββᾶς Ἀντώνιος, κε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 4.
[7] Ἀββᾶς Ἀντώνιος, λδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 5.
[8] Ἀββᾶς Ἀρσένιος, στ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 5.
[9] Ἀββᾶς Ἀγάθων, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 12.
[10] Ἀββᾶς Ἀγάθων, κα’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 13.
[11] Ἀββᾶς Ἀγάθων, ια’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 13.
[12] Ἀββᾶς Γελάσιος, στ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 27.
[13] Ἀββᾶς Δανιήλ, γ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 27.
[14] Ἀββᾶς Ἀντώνιος, δ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 28.
[15] Ἀββᾶς Δανιήλ, ζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 28-29.
[16] Ἀββᾶς Διόσκορος, β’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 29.
[17] Ἀββᾶς Ἐπιφάνιος, θ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 31.
[18] Ἀββᾶς Ἐφραίμ, γ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 32.
[19] Ἀββᾶς Εὐπρέπιος, ζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 33.
[20] Ἀββᾶς Ζήνων, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 34.
[21] Ἀββᾶς Ἡσαΐας, στ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 37.
[22] Ἀββᾶς Ἠλίας, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 37.
[23] Ἀββᾶς Ἰωάννης ὁ Κολοβός, ιβ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 45.
[24] Ἀββᾶς Ἰωάννης ὁ Κολοβός, κε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 47.
[25] Ἀββᾶς Ἰωάννης ὁ Κολοβός, κ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 47.
[26] Ἀββᾶς Ἰωάννης ὁ Κολοβός, κη’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 48.
[27] Ἀββᾶς Ἰσίδωρος, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 50.
[28] Ἀββᾶς Ἰσίδωρος ὁ πρεσβύτερος, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 55.
[29] Ἀββᾶς Ἰσαὰκ ὁ Θηβαῖος, β’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 57.
[30] Ἀββᾶς Κρόνιος, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 59.
[31] Ἀββᾶς Λογγῖνος, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 62.
[32] Ἀββᾶς Λογγῖνος, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 63.
[33] Ἀββᾶς Μακάριος ὁ Αἰγύπτιος, ια’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 66.
[34] Ἀββᾶς Ματώης, ζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 75.
[35] Ἀββᾶς Ματώης, δ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 74.
[36] Ἀββᾶς Ματώης, ιγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 76.
[37] Ἀββᾶς Μιώς, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 78.
[38] Ἀββᾶς Νεῖλος, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 79.
[39] Ἀββᾶς Ξανθίας, γ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 82.
[40] Ἀββᾶς Ποιμήν, ιη’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 87.
[41] Ἀββᾶς Ποιμήν, κα’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 87.
[42] Ἀββᾶς Ποιμήν, κγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 88.
[43] Ἀββᾶς Ποιμήν, κε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 88.
[44] Ἀββᾶς Ποιμήν, κζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 88.
[45] Ἀββᾶς Ποιμήν, λδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 89.
[46] Ἀββᾶς Ποιμήν, ξγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 91.
[47] Ἀββᾶς Ποιμήν, ξδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 91.
[48] Ἀββᾶς Ποιμήν, οα’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 92.
[49] Ἀββᾶς Ποιμήν, πα’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 92.
[50] Ἀββᾶς Ποιμήν, 91 ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 93.
[51] Ἀββᾶς Ποιμήν, 92 ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 93.
[52] Ἀββᾶς Ποιμήν, 93 ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 93.
[53] Ἀββᾶς Ποιμήν, ριστ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 96.
[54] Ἀββᾶς Ποιμήν, ρκζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 97.
[55] Ἀββᾶς Ποιμήν, ρμζ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 98.
[56] Ἀββᾶς Ποιμήν, ρογ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 100.
[57] Ἀββᾶς Ποιμήν, ροστ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 100.
[58] Ἀββᾶς Πιτυρίων, ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 104.
[59] Ἀββᾶς Σισώης, στ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 110.
[60] Ἀββᾶς Σισώης, κε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 113.
[61] Ἀββᾶς Σισώης, λγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 114.
[62] Ἀββᾶς Σισώης, λδ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 114.
[63] Ἀββᾶς Σεραπίων, β’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 118.
[64] Ἀμμᾶ Συγκλητική, α’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 120.
[65] Ἀμμᾶ Συγκλητική, η’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 121.
[66] Ἀμμᾶ Συγκλητική, ιγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 121.
[67] Ἀββᾶς Ὤρ, ε’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 126.
[68] Ἀββᾶς Ὤρ, ιβ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 126.
[69] Ἀββᾶς Ποιμήν, ρπγ’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 101.
[70] Ἀββᾶς Δανιήλ, η’ ἐν: Γεροντικόν (Ἀθῆναι: Ἀστήρ, 1970), σ. 29.