ΡΗΣΕΙΣ ΙΕΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΑΠΟ ΤΗΝ ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΣΤΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗ
«Ἅγιός ἐστιν ὁ τῆς πίστεως μετέχων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον μετιών»[1].
«Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα. Ἀλλ' οὔτε ἀπὸ ἀγάπης μόνης, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς, ἀλλ' ἐξ ἀμφοτέρων»[2].
«πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον»[3].
«ἀνενδεὲς γὰρ τὸ Θεῖον. Τίνος οὖν ἕνεκεν βούλεται ἐπαινεῖσθαι καὶ δοξάζεσθαι παρ' ἡμῶν; Ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγενέσθαι. Οὐδενὸς γὰρ ἐφίεται τῶν παρ' ἡμῶν, ἀλλ' ἢ τῆς σωτηρίας μόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ ἐπαινῶν καὶ θαυμάζων τὴν εἰς αὑτὸν χάριν γεγενημένην, προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος»[4].
«καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσι μεταλαμβάνοντος τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς τῆς λαμπρότητος καὶ τῆς παῤῥησίας;»[5].
«Τοῦτό ἐστιν ἀνακεφαλαίωσις. Ἔστι καὶ ἕτερόν τι δηλούμενον. Ποῖον τοῦτο; Μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις μίαν ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς μὲν τὸ κατὰ σάρκα, τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴποι τὰ μὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδόμησε τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο, ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα πάντας ὑπὸ μίαν ἤγαγε κεφαλήν»[6].
«Θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν»[7].
«∆ιὰ τί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν; Ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. Ἐπιστεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀῤῥαβῶ|να. Ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι»[8].
«οἱ γὰρ ὄντως Πνεύματος μετέχοντες, ἴσασιν ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν ἐστι»[9].
«Οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις. Εἰ μετείχομεν πάντες Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν καὶ τὴν ἐκεῖ κατάστασιν»[10].
«Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλμούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πάλιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράμῃς, τίς ἔσται ἀπολογία, ποία συγγνώμη; Οὐδεμία λοιπόν· μίσους γάρ ἐστιν ἀῤῥήτου τοῦτο σημεῖον»[11].
«αὐτὸ δὴ τοῦτο ἐξετάσωμεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁμαρτήματα γίνεται, ἢ ἀπὸ ῥᾳθυμίας καὶ ὀλιγωρίας πολλῆς»[12].
«Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν ἀρετὴν ἔχομεν ἀπὸ τῆς φύσεως σπέρματα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα μᾶλλον κρατεῖ, τῆς πολλῆς ἡμῶν νωθείας τοῦτο τεκμήριον»[13].
«Τί δὲ τὸ μοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυμίας τυραννίς. ∆ιὰ τί, εἰπέ μοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ' ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης· ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης· οὐδεὶς ἀνάγκῃ φιλεῖ, ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ μὲν οὖν μίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν ἢ τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυμία μίξεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις καὶ πέρα τοῦ μέτρου τρυφή. Ποῖον γὰρ, εἰπέ μοι, κατὰ λόγον ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην; οὐκ ἴστε, ὅτι αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ τὴν ἐπιθυμίαν· ἡ γὰρ ἐπιθυμία διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν»[14].
«μᾶλλον δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως. Οὐ γὰρ οὕτως ὁ Θεὸς τὴν φύσιν ἐδημιούργησεν, ὡς ἀνάγκην ἔχειν ἁμαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν λόγον, μήτιγε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός»[15].
«Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία;»[16].
«Θυμὸν ἔχομεν, οὐχ ἵνα ὑβρίζωμεν τοὺς πλησίον, ἀλλ' ἵνα τοὺς ἁμαρτάνοντας ἐπιστρέφωμεν, ἵνα διανιστώμεθα, ἵνα μὴ νωθεῖς ὦμεν. Ὥσπερ τι κέντρον ἔγκειται ἡμῖν ὁ θυμὸς, ἵνα κατὰ τοῦ διαβόλου βρύχωμεν τοὺς ὀδόντας, ἵνα σφοδροὶ ὦμεν πρὸς αὐτὸν, οὐχ ἵνα κατ' ἀλλήλων στῶμεν. Ὅπλα ἔχομεν, οὐχ ἵνα ἡμᾶς αὐτοὺς πολεμῶμεν, ἀλλ' ἵνα κατὰ τοῦ πολεμίου χρώμεθα τῇ παντευχίᾳ. Ὀργίλος εἶ; Ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπίπληττε τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡμῖν αὐτὴν ἐνέθηκεν ὁ Θεός»[17].
«Πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς»[18].
«Ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο πᾶσα ἡ κτίσις πρὸς τὸν Θεόν. Καὶ τί λέγω, κώνωπες; εἰ πάντες ἄνθρωποι ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, θὲς τὰς ἀοράτους δυνάμεις ὡς κώνωπας»[19].
«Ἄρα ἐστὶ δυνάμεών τινων ὀνόματα ἡμῖν ἄσημα, καὶ οὐ γνωριζόμενα»[20].
«ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστὴ δύναμις διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον»[21].
«∆ύο γὰρ τὰ μέγιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀνήγαγε»[22].
«Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα λόγον ποιούμεθα. Ἀλλ' ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιμωρίαν;»[23].
«Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσματα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ στόματι αὐτοῦ εὑρέθη»[24].
«Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώματος, ὅταν πεπηρωμένον ᾖ, ὅταν νενεκρωμένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος. Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξωμεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετέχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν, δεήσεται τοῦ διχοτομηθῆναι»[25].
«Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχοντας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡμέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργεσίας τῆς ἐμῆς»[26].
«Καὶ βασιλέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν»[27].
«Οὐκ εἶ τῆς θυσίας ἄξιος, οὐδὲ τῆς μεταλήψεως; Οὐκοῦν οὐδὲ τῆς εὐχῆς. Ἀκούεις ἑστῶτος τοῦ κήρυκος, καὶ λέγοντος· Ὅσοι ἐν μετανοίᾳ, ἀπέλθετε πάντες. Ὅσοι μὴ μετέχουσιν, ἐν μετανοίᾳ εἰσίν. Εἰ τῶν ἐν μετανοίᾳ εἶ, μετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ μὴ μετέχων, τῶν ἐν μετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε, οἱ μὴ δυνάμενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰταμῶς;»[28].
«Ὥσπερ τοίνυν τῶν ἀμυήτων οὐδένα χρὴ παρεῖναι, οὕτως οὐδὲ τῶν μεμυημένων καὶ ῥυπαρῶν»[29].
«Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθίστησι»[30].
«Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίνδυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι. Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν»[31].
«Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτον, ἀλλ' εἰς γέενναν παραπέμποντι, πάντες ὑπείκουσι»[32].
«Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων»[33].
«Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς ἡμῖν δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς, καὶ πάσης αὐτῆς»[34].
«Φιλάνθρωπος ὁ Θεός; ἀλλὰ καὶ δίκαιος κριτής. Ἁμαρτίας συγχωρῶν; ἀλλὰ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὑπερβαίνει ἀδικίας, ἐξαιρεῖ ἀνομίας; ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ διέλωμεν. Ἐξαιρεῖ ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων»[35].
«∆ιὰ τί φρόνημα σαρκὸς εἴρηται; καίτοι γε οὐδὲν ἄνευ ψυχῆς εἰργάσατο ἄν. Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἀρκεῖ οὔτε σῶμα, οὔτε ψυχὴ καθ' ἑαυτὴν, μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ μέγα»[36].
«οὐδὲν γάρ ἐστι φυσικὸν κακόν»[37].
«Ἄλλως δὲ οὐδὲ ἡ τρυφὴ τῆς τοῦ σώματος ἀνάγκης ἐστὶν, ἀλλὰ τῆς ἀπροσεξίας τῆς ψυχῆς· ἡ γὰρ τροφὴ, οὐχὶ ἡ τρυφὴ, τῆς τοῦ σώματος ἀνάγκης»[38].
«Τὸ σῶμα ἐπιθυμεῖ, ἀλλ' οὐ πορνείας οὐδὲ μοιχείας, ἀλλὰ μίξεως· τὸ σῶμα ἐπιθυμεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ μέθης, ἀλλὰ ποτοῦ»[39].
«ὥσπερ παιδίον ἐστὶν εὐγενὲς παιδαγωγοῦ δεόμενον, οὕτω καὶ ἡ ψυχὴ δεῖται τοῦ σώματος»[40].
«τὸ τοὺς ἄρχοντας νοσεῖν· τῆς γὰρ κεφαλῆς οὐχ ὑγιαινούσης, πῶς ἂν τὸ λοιπὸν σῶμα εὔρωστον μένοι;»[41].
«Οὐχ ὁρᾶτε τοὺς πολέμους; οὐκ ἀκούετε τὰς συμφοράς; οὐ παιδεύεσθε τούτοις; Ἔθνη καὶ πόλεις ὁλόκληροι κατεποντίσθησαν καὶ ἀπώλοντο, μυριάδες τοσαῦται παρὰ τοῖς βαρβάροις δουλεύουσιν· ἂν μὴ τῇ γεέννῃ σωφρονιζώμεθα, κἂν τούτοις. Μὴ καὶ ταῦτα ἀπειλαί εἰσι, καὶ οὐχὶ πράγματα ἐκβεβηκότα; Μεγάλην ἐκεῖνοι τὴν δίκην ἔδωκαν, ἀλλὰ μείζονα δώσομεν ἡμεῖς, οἱ μηδὲ ταῖς ἐκείνων σωφρονιζόμενοι συμφοραῖς. Φορτικὸς ὁ λόγος, οἶδα κἀγὼ, ἀλλ' ἐὰν αὐτῷ προσέχωμεν, κέρδος ἔχων»[42].
«τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νομοθετήσαντα· τὸ μιμεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις»[43].
«Ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ψευδόμενοι καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Εἰ δὲ τὸ κακῶς ἀκοῦσαι οὕτω ποιεῖ μακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο;»[44].
«ὅτι ἐν ταῖς θλίψεσιν ὄντες οἱ δίκαιοι, τότε μάλιστά εἰσι σφοδρότεροι, ὅταν ἐν δεσμοῖς ὦσι. Τὸ γὰρ διὰ Χριστόν τι παθεῖν, πάσης παραμυθίας»[45].
«Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω;»[46].
«Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται»[47].
«μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός»[48].
«Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ ∆εσπότης;»[49].
«Πῶς οὖν καὶ λῃσταὶ εἰρηνεύουσι, φησί; Πότε, εἰπέ μοι; Πάντως, ὅταν οὐ λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέμωνται, μὴ τοὺς νόμους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείμωσι τὸ δίκαιον, εὑρήσεις ἂν κἀκείνους ἐν πολέμοις καὶ μάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· πανταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν μετὰ δικαιοσύνης καὶ ἀρετῆς βιῶσιν»[50].
«ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει, ἀλλὰ προαιρέσει διέστηκε·»[51].
«Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκοδομημένη οἰκία»[52].
«Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται»[53].
«Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν»[54].
«∆ύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ· μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶμα τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν ἑαυτοὺς τοῦ πληρώματος»[55].
«Οὐδὲ μαρτυρίου αἷμα ταύτην δύνασθαι ἐξαλείφειν τὴν ἁμαρτίαν ἔφησεν»[56].
«Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων τάξιν ἐπέχομεν παραινούντων. Ὁ συμβουλεύων λέγει τὰ παρ' ἑαυτοῦ, οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι. ∆ιὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν»[57].
«ὁ ἠδικημένος, ὅταν ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν κέκτηται τὴν παῤῥησίαν»[58].
«Τὸν διδάσκαλον, οὐ μόνον συμβουλεύοντα καὶ διδάσκοντα δεῖ καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ|άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν»[59].
«Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται»[60].
«Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρημένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ»[61].
«Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό»[62].
«Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον»[63].
«Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν»[64].
«ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου»[65].
«Πώρωσις δὲ οὐδαμόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας· τοῦτο διαφράττει τοὺς πόρους»[66].
«Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ μηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πάλιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον. Καὶ πάλιν ἡμῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο. Ὥστε οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡμᾶς βούλεται εἶναι ἐν ἀρετῇ, καὶ μηδέποτε γυμνοὺς εἶναι τοῦ ἱματίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχημονεῖ γυμνὸς ὢν τὸ σῶμα, ὡς γυμνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ ὁμόδουλοι βλέπουσιν ἀσχημονοῦντα, ἐκεῖ δὲ ὁ ∆εσπότης καὶ οἱ ἄγγελοι»[67].
«Καὶ λουτροῖς κέχρησο, καὶ τὸ σῶμα θεράπευε, καὶ εἰς ἀγορὰν ἔμβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε. Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁμαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγμα πλεονάζον ἁμαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία. Καὶ ὅρα· Ὁ θυμὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωμάτων ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων»[68].
«Τοσαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως ἀνώτερον ἡ προθυμία»[69].
«κέχρησο κλίνῃ καὶ στρώμασι μὴ πρὸς ἐπίδειξιν πεποιημένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν»[70].
«Ὁ γὰρ ἄρχων, τούτῳ μάλιστα ἄρχειν ὀφείλει, τῷ τῇ ἀρετῇ νικᾷν· εἰ δὲ νικᾶται, οὐκέτι ἄρχων ἐστίν»[71].
«Νυνὶ δὲ εἰς τοῦτο κακίας ἠλάσαμεν, ὡς καὶ ζητήματος ἄξιον εἶναι, διὰ τί γυναῖκες οὐ διδάσκουσιν· οὕτως εἰς τὴν αὐτὴν αὐταῖς ἀσθένειαν ἤλθομεν»[72].
«Τί δέ; ἡ γλῶσσα μὴ ψεύδεται τὸν στόμαχον; οὐκ ἔνθα μὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν δὲ γλυκὺ, παραπέμπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενημένην, καὶ ἐκθύμως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ψευδώμεθα, εἰ ἀλλήλων μέλη ἐσμέν. Τοῦτο φιλίας τεκμήριον, τὸ δὲ ἐναντίον ἔχθρας»[73].
«Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ μετὰ ταῦτα ἡμέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέμῃς, τὸ δὲ ὅλον μὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσασθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπόθεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς»[74].
«Πῶς οὖν μαλάξομεν τὸν θυμόν; πῶς σβέσομεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνόμεθα, ἀλλ' ἡμᾶς αὐτούς· ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦμεν. Βούλει εἶναι μνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, μὴ τοῦ μέλους τοῦ σοῦ. ∆ιὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡμῶν φειδώμεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώμεθα»[75].
«Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁμάρ|τημα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις μετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁμάρτημα. Οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ' ὥστε κοπιᾷν, ὥστε ἑτέροις μεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται, ἀλλὰ κακόν»[76].
«Τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξόμενα καὶ ἀνίατα γίνεται»[77].
«Παιδεύσωμεν ἡμῶν πρὸς εὐφημίαν τὸ στόμα»[78].
«Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυμὸς, τὰ σμήνη ἀφίπταται. ∆ιὰ τοῦτο ὁ μακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡμῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν»[79].
«Οὐδὲν γὰρ οὕτω πρὸς πραγμάτων οἰκονομίαν ἐπιτήδειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐμπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ σώματα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους μαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία. Οὐκ ἔστιν οὖν ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι»[80].
«Ὁ πορευόμενος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς»[81].
«μηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργησίας»[82].
«Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαιρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας»[83].
«Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώματα»[84].
«Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι;»[85].
«Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών»[86].
«Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰ | τραύματα θάνατον»[87].
«Καὶ τῶν ὀργάνων δὲ τῶν μουσικῶν, ὅσα μὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγγον, οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσωμεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσομεν, καὶ εἰς τὸν εὔδιον πλευσόμεθα λιμένα»[88].
«Ἵνα μὲν γὰρ γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν, ἀντέχεσθαι τῆς ἀρετῆς»[89].
«ὁ δὲ ἁμαρτήματα χαρισάμενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώμης τυχόντος· οὐ γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίησεν. Οὐ γὰρ οὕτως ἐπεξερχόμενοι τοῖς ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες καὶ δυσωποῦντες»[90].
«Οἱ κύνες λέγονται τοῦτο ποιεῖν· κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν μηδὲν ἐργάσηται, τὸν θυμὸν ἅπαντα ἔσβεσεν. Εἰ τοίνυν ἐκεῖνοι τὸν παθεῖν παρ' αὐτοῖς κακῶς ἕτοιμον δυσωποῦνται, πολλῷ μᾶλλον τὸ τῶν ἀνθρώπων γένος λογικώτερον»[91].
«Τὸν Θεὸν μιμῇ, τῷ Θεῷ ἐξομοιοῦσαι, ὅταν συγχωρήσῃς ἐκείνῳ»[92].
«Οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί»[93].
«τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡμᾶς. Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν»[94].
«Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως»[95].
«Ἄρα διελέγχειν δεῖ. Πῶς οὖν φησι, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κατακρίνειν, τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων εἶπεν»[96].
«Ὅταν γὰρ εἰς μέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκάθαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ τὸ τραῦμα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρπόν;»[97].
«ὥσπερ γάρ ἐστι σώματος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησὶν, αὐτὴ καὶ ἀποθανεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώματος θάνατος, ἀλλὰ πολλῷ χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰς φανερὸν χῶρον παρέπεμψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται μετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπολαμβάνει ψυχήν. γʹ. Οὗτος μὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶμα αὐτὴν παραπέμπει, ἀλλὰ καταδεθεῖσαν πάλιν ἀφθάρτῳ σώματι, εἰς τὸ πῦρ ἐμβιβάζει τὸ ἄσβεστον. Οὗτος τοίνυν ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώματος σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς σφαγή; Καὶ αὐτὸ νέκρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶμα τότε νεκροῦται, ὅταν ἔρημον αὐτὸ καταλίπῃ τῆς οἰκείας ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε νεκροῦται, ὅταν ἔρημον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον»[98].
«Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας καὶ μισανθρωπίας καὶ ὑπεροψίας»[99].
«Πλὴν τοῦ κηρύγματος, μηδαμόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑμῶν· αὕτη μόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω· μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν. Ἀπόδοτε γὰρ, φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος. Ὅταν γὰρ ἐν τοῖς ἄλλοις ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται»[100].
«Εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην»[101].
«Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ' ἐκ τῆς ἀμετρίας. Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι' ὑγείαν σώματος· ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία»[102].
«Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὅταν εὐτραπελία μὴ παρῇ, ὅταν ἑαυτοὺς ἀξίους κατασκευάσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθεῖν καὶ ἐπιπτῆναι; Καὶ οὐχ ἁπλῶς ἐπελεύσεται, ἀλλὰ πληρώσει τὴν καρδίαν ἡμῶν Τοσούτου δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος»[103].
«Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ κολάσεων καὶ δι' ἀνέσεων; Μὴ μόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶμεν· οὐδὲν γὰρ μέγα»[104].
«Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦμεν, καὶ ὅταν ἐν νόσοις, καὶ ὅταν ἐν ἐπηρείαις, τότε ἐπιτείνωμεν τὴν εὐχαριστίαν. Εὐχαριστίαν δὲ λέγω, μὴ ῥήμασι μηδὲ γλώσσῃ, ἀλλὰ πράγμασι καὶ ἔργοις, καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαριστῶμεν αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαμένων ἡμᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡμετέρων πατέρων διαφοράν»[105].
«ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν, καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν»[106].
«Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι, καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ»[107].
«Ὁ πολλὰ φθεγγόμενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόμενος οὐδὲν φθέγγεται ἄκαιρον»[108].
«Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα»[109].
«Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν»[110].
«Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης»[111].
«Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοικῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ»[112].
«Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία»[113].
«Εὔνοιαν ζητῶμεν παρὰ γυναικὸς, μετριοφροσύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν, μηδὲ ἐγκαλῶμεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, μᾶλλον δὲ μηδὲ ὅλως ἐγκαλῶμεν (τολμηρῶν γὰρ), μηδὲ ἀποδυσπετῶμεν, μηδὲ δυσχεραίνωμεν»[114].
«τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν αὐτὴν κατασκευάζωμεν. Μὴ χρήματα ζητῶμεν, μηδὲ εὐγένειαν τὴν ἔξωθεν, ἀλλ' εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ γυναικὸς ἀναμενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος οὗτος ὁ πλοῦτος· μηδὲ ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν»[115].
«τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιμᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον· καὶ χρημάτων ἀναλισκομένων καὶ δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον»[116].
«Ἡ γὰρ φοβουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ μέλος τοῦ παντός ἐστι σώματος. ∆ιὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρατουμένης οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχήν»[117].
«Ὁ μὲν γὰρ ἀγαπῶν τὴν γυναῖκα, κἂν μὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει»[118].
«Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιμπάνων, ποίας ἂν εἴη ἄξιος συγγνώμης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε;»[119].
«Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε μὴ ἀντιλέγειν, ὥστε μὴ ἐπανίστασθαι, ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον»[120].
«Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας»[121].
«καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ μικρά»[122].
«Κἂν ἐγκαλῇ ἡ γυνὴ, μὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήματα καὶ | διαθέσεως πεπυρωμένης καὶ φόβου. ∆έδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, μή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, μή τις διώρυξε τὴν εὐνήν»[123].
«Μὴ λεγέτω ταῦτα γυνὴ, καὶ τὰ τούτοις ὅμοια· σῶμα γάρ ἐστιν, οὐχ ἵνα διατάττῃ τῇ κεφαλῇ, ἀλλ' ἵνα πείθηται καὶ ὑπακούῃ»[124].
«ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω· πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ μηδὲ ὕβρεις, μηδὲ ὀνείδη, μηδὲ λοιδορίας· ἀλλ' ὡς ἀνοητότερον διακειμένην ῥυθμιζέτω»[125].
«Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα»[126].
«οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται»[127].
«Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι»[128].
«Εὐχαὶ γενέσθωσαν ὑμῖν κοιναί»[129].
«οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦσαι τῷ Θεῷ»[130].
«ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν»[131].
«Ἂν τὰ ἄφθαρτα ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν»[132].
«Ὥστε εἰκότως ἂν πρῶτοι τῶν ἡμετέρων ἀπολαύσειαν καλῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ μὴ τοῦτό τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιεικής»[133].
«∆ιά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας»[134].
«Εἰ γὰρ ἄνθρωποι τιμώμενοι ἀντιτιμῶσιν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιμηθῆναι τοῦτο ποιῶν;»[135].
«Πλούσιος γὰρ οὐχ ὁ πολλῶν χρημάτων δεόμενος, καὶ πολλὰ περιβεβλημένος, ἀλλ' ὁ μηδενὸς χρείαν ἔχων»[136].
«Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων»[137].
«οὐδὲ ὅλως τῆς ἔξωθεν παιδείας ἔμπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληρωμένος»[138].
«Εἰπὲ γάρ μοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα; οὐχ ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ μήτε ὄμβροις, μήτε χαλάζαις, μήτε ἀνέμων ῥύμαις, μήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωμαλίᾳ βλάπτηται, ἀλλὰ γυμνὰ ἕστηκε πάντων καταφρονοῦντα, μήτε θριγκίων, μήτε φραγμῶν δεόμενα; Τοιοῦτος ὁ φιλόσοφός ἐστι, τοιοῦτος ὁ πλοῦτος ἐκεῖνος· οὐδὲν ἔχει, καὶ πάντα ἔχει· πάντα ἔχει, καὶ οὐδὲν ἔχει»[139].
«Τοιούτους τοίνυν παρασκευάζωμεν τοὺς παῖδας, ὥστε δύνασθαι πρὸς πάντα ἀντέχειν, καὶ μὴ ξενίζεσθαι τοῖς ἐπιοῦσιν· ἐκτρέφωμεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται»[140].
«Οὐ γὰρ καθεύδουσιν ἡμῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ πονουμένοις καὶ αὐτοῖς»[141].
«ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι»[142].
«Οὐ γὰρ δυσγένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ' ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον»[143].
«Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης»[144].
«Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις»[145].
«Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας»[146].
«Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος»[147].
«Οἶδε γὰρ κόσμον καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις»[148].
«Ἢ κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει»[149].
«Οὐχὶ πρὸς τὸν διάβολόν ἐστιν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάμεις. Πῶς οὖν παλαίσομεν τῷ σκότῳ, φησί; Φῶς γενόμενοι. Πῶς τοῖς πνευματικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόμενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦμεν σκότος, ἁλωσόμεθα πάντως»[150].
«Οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονές εἰσιν, οἱ πολεμοῦντες· πρὸς ἐκείνους ἡμῖν ἡ μάχη»[151].
«Ἐπειδὴ καὶ σύμμαχον ἔχομεν ἄμαχον, τοῦ Πνεύματος τὴν χάριν, τέχνην ἐδιδάχθημεν τοιαύτην, ὥστε μὴ πρὸς ἀνθρώπους δύνασθαι παλαίειν, ἀλλὰ πρὸς δαίμονας»[152].
«Οὕτω καὶ ἡμεῖς, ἂν ἀφέντες τοὺς εὐηρεστηκότας καὶ τοὺς ἐπιτεταγμένους ἡμῖν ἀγγέλους, ἀναστρεφώμεθα μετὰ τοῦ διαβόλου, πάντως ἀποκληρονόμοι ἐσόμεθα»[153].
«Εἴ τις ἐχθρὸν ἔχει, εἴ τις ὑπ' αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυμὸν ἐκεῖνον, πᾶσαν τὴν χαλεπότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦ διαβόλου κεφαλῆς. Ἐνταῦθα ὁ θυμὸς καλὸν, ἐνταῦθα ἡ ὀργὴ χρήσιμον, ἐνταῦθα ἡ μνησικακία ἐπαινετόν»[154].
«κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ»[155].
«Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν»[156].
«Μὴ τοίνυν ἀποκάμωμεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, | μὴ ἐκλυόμενοι»[157].
«Ἡ τοίνυν ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος»[158].
«Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόμενος τὰς τῶν ἐναντίων προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα. Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ ὅπλα ἄτρωτα μένει»[159].
«Πολλοὶ γὰρ διαλογισμοὶ τὴν ψυχὴν καίοντες, πολλαὶ ἀπορίαι, πολλαὶ ἀμηχανίαι, ἀλλὰ πάντα ὄντως ἡ πίστις ἀναπαύει»[160].
«Τὰ κατὰ Θεὸν ζητῶμεν, μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν»[161].
«Ἔνθα δάκρυα, πάντως ἐκεῖ καὶ θλῖψις· ἔνθα θλῖψις, καὶ φιλοσοφία πολλὴ καὶ προσοχή»[162].
«Ἀλλ' ὅρα καὶ ἐντεῦθεν αὐτῆς τὴν εὐλάβειαν. Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόμενος ἀνύσαι προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος οὐδὲ χασμώμενος οὐδὲ ἐκλελυμένος οὐδὲ κνώμενος οὐδὲ ἀκηδιῶν»[163].
«ἡ ἀναβολὴ, οὐχὶ φθόνου ἐστὶν οὐδὲ βασκανίας, ἀλλὰ κηδεμονίας»[164].
«Φθαρῆναι γὰρ τὴν παρθένον καὶ διὰ τοῦτο κυρίως λέγομεν, οὐχ ὅτι τὸ σῶμα φθείρεται μόνον, ἀλλὰ διὰ τὴν παρανομίαν· τὸ γὰρ γινόμενον μῖξίς ἐστιν· εἰ δὲ τοῦτο ἦν ἡ φθορὰ, ἦν ἂν καὶ γάμος φθορά. Ὥστε οὐχ ἡ μῖξις φθορὰ, ἀλλ' ἡ ἁμαρτία· ᾔσχυνε γὰρ αὐτήν»[165].
«Τὸ γὰρ καίεσθαι καὶ σκώληκι διαπαντὸς δαπανᾶσθαι, φθορά ἐστιν ἄφθαρτος»[166].
«∆εινὸν κακὸν μὴ ἐν τῷ παρόντι βίῳ ἅπαντα ἀποδύσασθαι· μεγάλη συμφορὰ φορτία ἁμαρτημάτων ἔχοντας ἀπελθεῖν ἐκεῖ. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Κριτήριόν ἐστιν ἐκεῖ, μετανοίας λοιπὸν οὐκέτι καιρός»[167].
[1] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, β΄ (PG 62, 12).
[2] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, β΄ (PG 62, 12).
[3] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, β΄ (PG 62, 13).
[4] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, γ΄ (PG 62, 13).
[5] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, γ΄ (PG 62, 14).
[6] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Α΄, δ΄ (PG 62, 16).
[7] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, α΄ (PG 62, 17).
[8] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, β΄ (PG 62, 18-19).
[9] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, β΄ (PG 62, 19).
[10] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, β΄ (PG 62, 19).
[11] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, γ΄ (PG 62, 19).
[12] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, γ΄ (PG 62, 20).
[13] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, γ΄ (PG 62, 20).
[14] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, γ΄ (PG 62, 20).
[15] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, γ΄ (PG 62, 20).
[16] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, δ΄ (PG 62, 21).
[17] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Β΄, δ΄ (PG 62, 21).
[18] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, β΄ (PG 62, 25).
[19] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, β΄ (PG 62, 25).
[20] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, β΄ (PG 62, 25).
[21] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, β΄ (PG 62, 26).
[22] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, γ΄ (PG 62, 26).
[23] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, γ΄ (PG 62, 27).
[24] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, γ΄ (PG 62, 27).
[25] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, δ΄ (PG 62, 28).
[26] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, δ΄ (PG 62, 28).
[27] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, δ΄ (PG 62, 28).
[28] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, δ΄ (PG 62, 29).
[29] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, ε΄ (PG 62, 29).
[30] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Γ΄, ε΄ (PG 62, 30).
[31] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Δ΄, α΄ (PG 62, 30).
[32] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Δ΄, α΄ (PG 62, 30).
[33] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Δ΄, β΄ (PG 62, 33).
[34] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Δ΄, γ΄ (PG 62, 34).
[35] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Δ΄, δ΄ (PG 62, 35).
[36] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ε΄, α΄ (PG 62, 41).
[37] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ε΄, α΄ (PG 62, 41).
[38] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ε΄, α΄ (PG 62, 42).
[39] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ε΄, α΄ (PG 62, 42).
[40] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ε΄, α΄ (PG 62, 42).
[41] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Στ΄, (PG 62, 47).
[42] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Στ΄, (PG 62, 48).
[43] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ζ΄, (PG 62, 56).
[44] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Η΄, (PG 62, 58).
[45] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Η΄, (PG 62, 67).
[46] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Θ΄, α΄ (PG 62, 70).
[47] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Θ΄, β΄ (PG 62, 71).
[48] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Θ΄, β΄ (PG 62, 72).
[49] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Θ΄, β΄ (PG 62, 72).
[50] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Θ΄, γ΄ (PG 62, 73).
[51] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ι΄, β΄ (PG 62, 76).
[52] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Ι΄, β΄ (PG 62, 78).
[53] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, β΄ (PG 62, 82).
[54] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, δ΄ (PG 62, 84).
[55] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, δ΄ (PG 62, 85).
[56] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, δ΄ (PG 62, 85).
[57] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, ε΄ (PG 62, 87).
[58] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΑ΄, στ΄ (PG 62, 88).
[59] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, α΄ (PG 62, 87-88).
[60] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, α΄ (PG 62, 89).
[61] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, α΄ (PG 62, 89).
[62] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, β΄ (PG 62, 90).
[63] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, β΄ (PG 62, 90).
[64] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, γ΄ (PG 62, 92).
[65] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΒ΄, γ΄ (PG 62, 92).
[66] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, α΄ (PG 62, 94).
[67] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, γ΄ (PG 62, 97).
[68] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, γ΄ (PG 62, 97).
[69] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, γ΄ (PG 62, 98).
[70] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, δ΄ (PG 62, 98).
[71] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, δ΄ (PG 62, 99).
[72] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΓ΄, δ΄ (PG 62, 100).
[73] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, α΄ (PG 62, 100).
[74] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, α΄ (PG 62, 101).
[75] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, β΄ (PG 62, 102).
[76] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, β΄ (PG 62, 102-103).
[77] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, γ΄ (PG 62, 104).
[78] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΔ΄, δ΄ (PG 62, 106).
[79] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, α΄ (PG 62, 105).
[80] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, β΄ (PG 62, 107).
[81] Παρ. 10: 9, παρά: Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, β΄ (PG 62, 108).
[82] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, β΄ (PG 62, 108).
[83] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, γ΄ (PG 62, 109).
[84] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, γ΄ (PG 62, 110).
[85] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, δ΄ (PG 62, 110).
[86] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, δ΄ (PG 62, 110).
[87] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, δ΄ (PG 62, 110-111).
[88] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΕ΄, δ΄ (PG 62, 112).
[89] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΣΤ΄, α΄ (PG 62, 111).
[90] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΣΤ΄, β΄ (PG 62, 114).
[91] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΣΤ΄, γ΄ (PG 62, 115).
[92] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΖ΄, α΄ (PG 62, 117).
[93] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΖ΄, α΄ (PG 62, 118).
[94] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΖ΄, β΄ (PG 62, 118).
[95] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΖ΄, γ΄ (PG 62, 120).
[96] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΗ΄, α΄ (PG 62, 122).
[97] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΗ΄, α΄ (PG 62, 122).
[98] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΗ΄, β΄-γ΄ (PG 62, 124).
[99] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΗ΄, γ΄ (PG 62, 125).
[100] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, α΄ (PG 62, 127).
[101] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, α΄ (PG 62, 128).
[102] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, α΄ (PG 62, 129).
[103] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, β΄ (PG 62, 129).
[104] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, β΄ (PG 62, 130).
[105] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, β΄ (PG 62, 130).
[106] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, δ΄ (PG 62, 132).
[107] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, δ΄ (PG 62, 133).
[108] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΙΘ΄, ε΄ (PG 62, 134).
[109] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, α΄ (PG 62, 135).
[110] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, α΄ (PG 62, 136).
[111] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, β΄ (PG 62, 137).
[112] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, β΄ (PG 62, 137).
[113] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, β΄ (PG 62, 138).
[114] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, γ΄ (PG 62, 138).
[115] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, γ΄ (PG 62, 138).
[116] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, δ΄ (PG 62, 140).
[117] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, δ΄ (PG 62, 141).
[118] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, ε΄ (PG 62, 141).
[119] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, ε΄ (PG 62, 142).
[120] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, ε΄ (PG 62, 142).
[121] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, στ΄ (PG 62, 143).
[122] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, στ΄ (PG 62, 143).
[123] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, στ΄ (PG 62, 143-144).
[124] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, ζ΄ (PG 62, 144).
[125] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, ζ΄ (PG 62, 144).
[126] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, η΄ (PG 62, 146).
[127] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, η΄ (PG 62, 146).
[128] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, η΄ (PG 62, 146).
[129] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, θ΄ (PG 62, 147).
[130] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, θ΄ (PG 62, 147).
[131] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, θ΄ (PG 62, 148).
[132] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. Κ΄, θ΄ (PG 62, 148).
[133] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, α΄ (PG 62, 150).
[134] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, β΄ (PG 62, 151).
[135] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, β΄ (PG 62, 151).
[136] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, β΄ (PG 62, 151).
[137] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, β΄ (PG 62, 152).
[138] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, γ΄ (PG 62, 153).
[139] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, δ΄ (PG 62, 154).
[140] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, δ΄ (PG 62, 154).
[141] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΑ΄, δ΄ (PG 62, 155).
[142] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, α΄ (PG 62, 155).
[143] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, α΄ (PG 62, 155).
[144] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, α΄ (PG 62, 156).
[145] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, β΄ (PG 62, 157).
[146] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, β΄ (PG 62, 158).
[147] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, γ΄ (PG 62, 158).
[148] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, γ΄ (PG 62, 159).
[149] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, γ΄ (PG 62, 159).
[150] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, δ΄ (PG 62, 160).
[151] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, δ΄ (PG 62, 160).
[152] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, δ΄ (PG 62, 160).
[153] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, ε΄ (PG 62, 162).
[154] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΒ΄, ε΄ (PG 62, 163).
[155] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΓ΄, α΄ (PG 62, 164).
[156] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΓ΄, β΄ (PG 62, 165).
[157] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΓ΄, γ΄ (PG 62, 167-168).
[158] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, α΄ (PG 62, 168).
[159] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, β΄ (PG 62, 170).
[160] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, β΄ (PG 62, 171).
[161] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, γ΄ (PG 62, 172).
[162] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, γ΄ (PG 62, 173).
[163] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, γ΄ (PG 62, 173).
[164] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, γ΄ (PG 62, 173).
[165] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, ε΄ (PG 62, 174).
[166] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, ε΄ (PG 62, 175).
[167] Ἰωάννου Χρυσοστόμου, Εἰς τὴν πρὸς Ἐφεσίους, ὁμ. ΚΔ΄, ε΄ (PG 62, 176).