Παρασκευή 20 Δεκεμβρίου 2024

Νικοδήμου Ἁγιορείτου, Γιατὶ ἐνανθρώπησε ὁ Υἱὸς τοῦ Θεοῦ

 

Γιατὶ ἐνανθρώπησε ὁ Υἱὸς τοῦ Θεοῦ

Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου

 

     Ἐπειδή τινες πεπαιδευμένοι, οἱ τῇ ἱερᾷ μάλιστα θεολογίᾳ σχολάζοντες, ἀναγινώσκοντες τὸ σημείωμα, τὸ ὁποῖον ἔχω περὶ τῆς Κυρίας Θεοτόκου ἐν τῷ νεοτυπώτῳ βιβλίῳ τοῦ Ἀοράτου Πολέμου, ἀποροῦσι …  πὼς εἶπον, ὅτι ὅλος ὁ νοητὸς καὶ αἰσθητὸς κόσμος ἔγεινε διὰ τὸ τέλος [τὸν σκοπὸν] τοῦτο, ἤτοι διὰ τὴν Κυρίαν Θεοτόκον, καὶ πάλιν ἡ Κυρία Θεοτόκος ἔγεινε διὰ τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν· ἐπειδή, λέγω, περὶ τούτων ἀποροῦσί τινες, ἀπολογοῦμαι ἐνταῦθα διὰ βραχέων εἰς λύσιν τῆς ἀπορίας των …

Πρὸς δὲ τὸ Βʹ ἀποκρίνομαι, ὅτι ὄχι μόνον πὼς ὅλος ὁ κόσμος νοητός τε καὶ αἰσθητὸς ἔγεινε διὰ τὸ τέλος τοῦτο, ἤτοι διὰ τὴν Κυρίαν Θεοτόκον, καὶ ἡ Κυρία Θεοτόκος ἔγεινε πάλιν διὰ τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν, καθὼς τοῦτο τρανῶς καὶ ἀριδήλως παρίστησιν ὁ σοφὸς καὶ θεολογικώτατος ᾿Ιωσὴφ ὁ Βρυέννιος, οὕτως ἐπὶ λέξεως λέγων· «Καὶ ἵνα συνελὼν εἴπω τὸ πᾶν τοῦ σκοποῦ, καὶ παντὸς τοῦδε τοῦ κόσμου, καὶ πάσης τῆς κτίσεως, πάντων στοιχείων, καὶ πασῶν τῶν γενεῶν, παντὸς δὲ γένους ἡμῶν, καὶ πάσης ἀνθρώπων φυλῆς, ἁπάντων αἰώνων, καὶ πασῶν τῶν ὡρῶν, τὸ ἄνθος μὲν ἡ Δέσποινα Θεοτόκος, ὁ ὡραιότατος δὲ καρπὸς (λέγω δὲ κατὰ τὸ ἀνθρώπινον), ὁ Υἱός ἐστιν αὐτῆς ὁ μονογενής». Οὐ μόνον, λέγω, τοῦτο ἀποκρίνομαι, ἀλλὰ καὶ πρὸς τούτοις, πὼς ὅλος ὁ νοητὸς καὶ αἰσθητὸς κόσμος διὰ τοῦτο τὸ τέλος προεγνωρίσθη ἀπ᾿ αἰῶνος καὶ προωρίσθη. Πόθεν δῆλον; ᾿Απὸ τῶν ἑξῆς ῥηθησομένων.

αʹ. Αἱ μὲν γὰρ θεῖαι Γραφαὶ μαρτυροῦσιν, ὅτι τὸ Μυστήριον τῆς ᾿Ενσάρκου τοῦ Θεοῦ Λόγου Οἰκονομίας εἶναι ἀρχὴ ὅλων τῶν ὁδῶν τοῦ Κυρίου, ὅτι εἶναι πρῶτον πάντων τῶν κτισμάτων, καὶ ὅτι αὐτὸ προωρίσθη πρὸ τοῦ προορισμοῦ πάντων τῶν σωζομένων· τὰ δὲ ρητὰ τῶν Γραφῶν, δι᾿ ὧν μαρτυρεῖται, ταῦτά εἰσι· τὸ «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν Αὐτοῦ, εἰς ἔργα Αὐτοῦ», «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με»· τό· «῞Ος ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως» (καὶ ὅρα, ὅτι οὐκ εἶπεν ἐνταῦθα ἁπλῶς κτίσεως, ἀλλὰ πάσης κτίσεως)· καὶ τό· «Οὓς [προέγνω, καὶ] προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς». Καὶ ταῦτα μὲν τὰ τοῦ θεσπεσίου Παύλου.

βʹ. Συμφωνοῦσι δὲ ταῖς θείαις Γραφαῖς καὶ πολλοὶ τῶν θείων Πατέρων· τὰ γὰρ ἀνωτέρω ῥητὰ οὗτοι ἑρμηνεύοντες, τὸ «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ», καὶ τὸ «Πρωτότοκος πάσης κτίσεως», λέγουσιν ὅτι ἐννοοῦνται ταῦτα διὰ τὸν ᾿Ιησοῦν Χριστόν, ὄχι κατὰ τὴν θεότητα· διότι καθ᾿ ὃ Θεός, ὁμοούσιος ὢν καὶ συναΐδιος τῷ Πατρί, οὔτε ἐκτίσθη ὑπὸ τοῦ Θεοῦ, οὔτε εἶναι τὸ πρῶτον τῶν κτισμάτων, καθὼς ἐβλασφήμει ὁ ῎Αρειος· ἀλλὰ ἐννοοῦνται κατὰ τὴν ἀνθρωπότητα, τὴν ὁποίαν δηλαδὴ πρὸ παντὸς ἄλλου πράγματος προεῖδεν ὁ Θεὸς ἀρχὴν τῶν θείων Του ἀϊδίων ὁρισμῶν, πρῶτον πάντων τῶν ποιημάτων· οἱ Πατέρες δὲ οὗτοι εἶναι ὁ μέγας ᾿Αθανάσιος, Κύριλλος ὁ ᾿Αλεξανδρείας καὶ ὁ θεῖος Αὐγουστῖνος …

Ἀκούεις, ὅτι ὁ Θεὸς διὰ τοῦτο ἐποίησε τὸν ἄνθρωπον κατ᾿ εἰκόνα ἑαυτοῦ, ἵνα δυνηθῇ νὰ χωρέσῃ τὸ ᾿Αρχέτυπον διὰ τῆς ᾿Ενανθρωπήσεως; ῞Οθεν καὶ σύνδεσμον τοῦ νοητοῦ καὶ αἰσθητοῦ κόσμου, καὶ ἀνακεφαλαίωσιν καὶ ἐπίλογον ὅλων τῶν κτισμάτων ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον διὰ τοῦτον τὸν σκοπόν, ἵνα ἑνωθεὶς μετ᾿ αὐτοῦ, ἑνωθῇ μεθ᾿ ὅλων τῶν κτισμάτων, καὶ ἀνακεφαλαιωθῶσιν ἐν τῷ Χριστῷ οὐράνια καὶ ἐπίγεια, ὡς λέγει ὁ Παῦλος· καὶ κτίστης καὶ κτίσις γένηται ἓν καθ᾿ ὑπόστασιν, κατὰ τὸν θεοφόρον Μάξιμον …

Εἰ δὲ ὁ Χριστὸς τέλος λέγεται κατὰ τὴν ἀνθρωπότητα τῶν ἔργων τοῦ Θεοῦ, τὸ δὲ τέλος ἑκάστου πράγματος πρῶτον μέν ἐστι τῇ θεωρίᾳ καὶ γνώσει, ὕστερον δὲ τῇ πράξει καὶ τῇ ἐκβάσει κατὰ τὸν ᾿Αριστοτέλη καὶ πάντας τοὺς παλαιοὺς καὶ νεωτέρους μεταφυσικούς, ἄρα καὶ ὁ Χριστὸς κατὰ τὴν ἀνθρωπότητα, καθ᾿ ὃ τέλος τῶν ἔργων τοῦ Θεοῦ, πρῶτον πάντων ἐθεωρήθη καὶ προεγνώσθη καὶ προωρίσθη ὑπὸ τοῦ Θεοῦ, κἂν ὕστερον τῇ ἐκβάσει γέγονεν· ἐπειδὴ πάντα τὰ μέσα, ἀπὸ τοῦ προϋπάρχοντος ἐν τῷ νοῒ τέλους εἰδοποιοῦνται κατὰ τοὺς φιλοσόφους ...

Τούτων οὕτως εἰρημένων, δύο καθολικὰ συνάγομεν συμπεράσματα·

αʹ. ὅτι ἐπειδὴ τὸ Μυστήριον τῆς ᾿Ενσάρκου Οἰκονομίας ὀνομάζεται εὐδοκία, ἤτοι προηγούμενον θέλημα τοῦ Θεοῦ, ὡς εἶπεν ἀνωτέρω ὁ μέγας τῆς Θεσσαλονίκης Γρηγόριος, τὸ δὲ προηγούμενον θέλημα τοῦ Θεοῦ πάλιν, κατὰ τὸν ἅγιον ᾿Ιωάννην τὸν Δαμασκηνόν, ἤρτηται ὄχι ἐξ ἡμῶν, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ καὶ ἐκ τῆς ἀγαθότητος Αὐτοῦ· λοιπὸν καὶ τὸ Μυστήριον τῆς ᾿Ενανθρωπήσεως, καθ᾿ ὃ τοιοῦτον, προεγνώσθη καὶ προωρίσθη πρὸ τῆς προγνώσεως καὶ προορισμοῦ πάντων τῶν κτισμάτων· καὶ ἐν χρόνῳ ἐγένετο ἐκ μόνης τῆς ἀπείρου καὶ φυσικῆς ἀγαθότητος τοῦ Θεοῦ·

βʹ. ὅτι καὶ ἡ Κυρία Θεοτόκος, ὡς προσεχέστατον καὶ ἄμεσον μέσον καὶ συναίτιον ἀναγκαῖον τοῦ τοιούτου Μυστηρίου (ἡ γὰρ τοῦ Χριστοῦ σάρξ, τῆς Μαρίας ἐστὶ σάρξ, κατὰ τὸν ἱερὸν Αὐγουστῖνον), προεγνώσθη καὶ προωρίσθη ὑπὸ τοῦ Θεοῦ πρὸ τῶν ἄλλων κτισμάτων, τὰ δὲ ἄλλα κτίσματα προωρίσθησαν καὶ ἐγένοντο δι᾿ Αὐτήν· ἐπειδὴ αὐτὸς εἶναι ὁ προεπινοηθεὶς σκοπὸς τοῦ Θεοῦ, ταὐτὸν εἰπεῖν, τὸ τέλος, δι᾿ ὃ τὰ ἄλλα ἐγένοντο, ὡς εἶπεν ἀνωτέρω ὁ ἱερὸς ᾿Ανδρέας.

 

Νικοδήμου Ἁγιορείτου, Συμβουλευτικὸν ᾿Εγχειρίδιον, ἤτοι περὶ φυλακῆς τῶν πέντε αἰσθήσεων..., (Βόλος: Σχοινᾶς, 19693), σσ. 201-210.